# Eranistes 177

Theodoretus, Eranistes, Page 177. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/177

διαφόρως ὑποδείκνυσι τῇ ἡμετέρᾳ φύσει τὰς τῆς σωτηρίας ὁδούς· καὶ πολλὰς ἡμῖν καὶ ἐναργεῖς ἀποδείξεις παρέχει τῆς τε σωματικῆς αὑτοῦ ἐπιφοιτήσεως, καὶ τῆς διὰ σώματος ἐνεργούσης θεότητος. Ἀμφοτέρας γὰρ αὐτοῦ ἐβούλετο πιστώσασθαι τὰς φύσεις. Τοῦ αὐτοῦ εἰς τὰ θεοφάνια. "Τίς ὡς ἀληθῶς λαλήσει τὰς δυναστείας τοῦ κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ;" Τίς ἂν λόγῳ παραστήσειε τῆς εἰς ἡμᾶς εὐεργεσίας τὸ μέγεθος; Ἀνθρωπεία φύσις θεότητι συνάπτεται, μενούσης ἐφ' ἑαυτῆς ἑκατέρας τῆς φύσεως. Κυρίλλου ἐπισκόπου Ἱεροσολύμων. Ἐκ τοῦ κατηχητικοῦ δʹ λόγου περὶ τῶν δέκα δογμάτων. Περὶ τῆς ἐκ παρθένου γεννήσεως. Πίστευε δέ, ὅτι οὗτος ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ διὰ τὰς ἁμαρτίας ἡμῶν ἐξ οὐρανῶν κατῆλθεν ἐπὶ τῆς γῆς, τὴν ὁμοιοπαθῆ ταύτην ἡμῖν ἀναλαβὼν ἀνθρωπότητα, καὶ γεννηθεὶς ἐξ ἁγίας παρθένου καὶ ἁγίου πνεύματος, οὐ δοκήσει καὶ φαντασίᾳ τῆς ἐνανθρωπήσεως γενομένης, ἀλλὰ τῇ ἀληθείᾳ· οὐδ' ὥσπερ διὰ σωλῆνος διελθὼν τῆς παρθένου, ἀλλὰ σαρκωθεὶς ἀληθῶς ἐξ αὐτῆς, φαγὼν ὡς ἡμεῖς ἀληθῶς, πιὼν ὡς ἡμεῖς ἀληθῶς, καὶ γαλακτοτροφηθεὶς ἀληθῶς. Εἰ γὰρ φαντασία ἦν ἡ ἐνανθρώπησις, φάντασμα καὶ ἡ σωτηρία. Διπλοῦς ἦν ὁ Χριστός, ἄνθρωπος μὲν τὸ φαινόμενον, θεὸς δὲ τὸ μὴ φαινόμενον· ἐσθίων μὲν ὡς ἄνθρωπος, ἀληθῶς ὡς ἡμεῖς· εἶχε γὰρ τῆς σαρκὸς τὸ ὁμοιοπαθὲς ὡς ἡμεῖς· τρέφων δὲ ἐκ πέντε ἄρτων τοὺς πεντακισχιλίους ὡς θεός· ἀποθνῄσκων μὲν ὡς ἄνθρωπος ἀληθῶς· νεκρὸν δὲ τετραήμερον ἐγείρων ὡς θεός· καθεύδων εἰς τὸ πλοῖον ὡς ἄνθρωπος, καὶ περιπατῶν ἐπὶ τῶν ὑδάτων ὡς θεός. Ἀντιόχου ἐπισκόπου Πτολεμαΐδος. Μὴ συγχέῃς τὰς φύσεις, καὶ οὐ ναρκήσεις περὶ τὴν οἰκονομίαν.

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
