# Eranistes 178

Theodoretus, Eranistes, Page 178. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/178

Τοῦ ἁγίου Ἱλαρίου ἐπισκόπου καὶ ὁμολογητοῦ. Ἐν τῷ περὶ πίστεως θʹ λόγῳ. Οὐκ οἶδεν ὄντως τὴν ἑαυτοῦ ζωήν, ὃς Ἰησοῦν τὸν Χριστὸν ὡς ἀληθῆ θεόν, οὕτως καὶ ἀληθῆ ἄνθρωπον οὐκ ἐπίσταται. Τοῦ γὰρ αὐτοῦ κινδύνου τὸ πρᾶγμα τυγχάνει, ἐὰν Χριστὸν Ἰησοῦν καὶ πνεῦμα θεὸν ἢ σάρκα τοῦ ἡμετέρου ἀρνησώμεθα σώματος. "Ἅπας τοιγαροῦν, ὃς ἂν ὁμολογήσῃ με ἔμπροσθεν τῶν ἀνθρώπων, κἀγὼ ὁμολογήσω αὐτὸν ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς· ὃς δ' ἂν ἀπαρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, κἀγὼ ἀρνήσομαι αὐτὸν ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς." Ταῦτα ὁ λόγος σὰρξ γενόμενος ἔλεγε, καὶ ἄνθρωπος Ἰησοῦς Χριστὸς ὁ κύριος τῆς δόξης ἐδίδασκε, πρὸς τὴν τῆς ἐκκλησίας σωτηρίαν μεσίτης αὐτὸς ὑπάρχων ἐν αὐτῷ τῷ μυστηρίῳ, δι' οὗπερ θεῷ καὶ ἀνθρώποις ἐμεσίτευσεν, εἷς τυγχάνων τὸ συναμφότερον, ἐκ τῶν ἑνωθεισῶν εἰς αὐτὸ τοῦτο δὲ φύσεων ἓν καὶ ταὐτὸν δι' ἑκατέρας φύσεως ὤν, πλὴν οὕτως ὡς ἐν ἑκατέρῳ μηδετέρου χηρεύειν, μή πως παύσηται θεὸς εἶναι τικτόμενος ἄνθρωπος, ἢ πάλιν ἄνθρωπος οὐχὶ τῷ διαμένειν θεός. Οὐκοῦν τοῦτο τῆς ἐν ἀνθρώποις ἀληθοῦς πίστεως τὸ μακάριον, τὸ τὸν μὲν θεὸν καὶ ἄνθρωπον κηρύττειν, τὴν δὲ σάρκα καὶ λόγον ὁμολογεῖν, καὶ τὸν μὲν θεὸν εἰδέναι ὅτι καὶ ἄνθρωπος εἴη, καὶ τὴν σάρκα μὴ ἀγνοεῖν ὅτι καὶ λόγος ἐστίν. Τοῦ αὐτοῦ ἐν τῷ αὐτῷ λόγῳ. Ἐκ παρθένου τοίνυν τεχθεὶς ἄνθρωπος ὁ μονογενὴς θεός, καὶ κατὰ τὴν συμπλήρωσιν τοῦ καιροῦ μέλλων αὐτὸς ἑαυτῷ τὴν τοῦ ἀνθρώπου προκοπὴν εἰς θεὸν ἀπεργάζεσθαι, ταύτην τὴν τάξιν ἐν πᾶσι τοῖς εὐαγγελικοῖς λόγοις ἐφύλαξεν, ἵνα ἑαυτὸν καὶ υἱὸν εἶναι θεοῦ διδάξῃ πιστεύεσθαι, καὶ υἱὸν ἀνθρώπου ὑπομνήσῃ κηρύττεσθαι· τῷ μὲν ἄνθρωπος εἶναι λαλῶν ἅπαντα καὶ πράττων ἅπερ ἐστὶν θεοῦ· αὖθις δὲ τῷ θεὸς ὑπάρχειν, λαλῶν τε ἅπαντα καὶ πράττων ἅπερ ἐστὶν

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
