# Eranistes 179

Theodoretus, Eranistes, Page 179. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/179

ἀνθρώπου· οὕτω μέντοι, ὥστε ταύτῃ αὐτῇ τῇ καθ' ἕτερον γένος αὐτῶν ὁμιλίᾳ μηδὲ πώποτε λαλεῖν, εἰ μὴ μετὰ τοῦ σημαίνειν θεόν τε καὶ ἄνθρωπον. Ἐντεῦθεν τοιγαροῦν τοῦ δελεάζειν τοὺς ἁπλουστέρους καὶ τοὺς ἀγνοοῦντας τοῖς αἱρετικοῖς γίνεται πρόφασις, ὥστε τὰ παρ' ἐκείνου κατὰ τὴν ἀνθρωπότητα λαληθέντα ψευδομένους λέγειν ὡς κατ' ἀσθένειαν τῆς θείας εἴρηται φύσεως, καὶ ἐπειδήπερ ὁ εἷς καὶ αὐτός ἐστιν ὁ πάντα λαλῶν ὅσαπερ καὶ ἐλάλει, φιλονεικεῖν αὐτοὺς περὶ ἑαυτοῦ πάντα αὐτὸν εἰρηκέναι. Καὶ οὐδὲ ἡμεῖς ἀρνούμεθα πάντας τοὺς ὄντας αὐτοῦ λόγους τῆς ἰδίας αὐτοῦ φύσεως εἶναι. Ἀλλ' εἴπερ εἷς ὁ Χριστὸς ἄνθρωπος καὶ θεός, καὶ οὔτε ὁ ἄνθρωπος τότε πρῶτον θεός, οὔτε μὴν ὅτε ἄνθρωπος τότε οὐκ ἦν καὶ θεός, οὐδὲ μετὰ τὸν ἄνθρωπον ἐν τῷ κυρίῳ οὐχὶ ὁ λόγος ἄνθρωπος καὶ ὁ λόγος θεός, ἐπάναγκές ἐστιν ἓν καὶ τὸ αὐτὸ εἶναι μυστήριον τῶν αὐτοῦ λόγων, ὃ καὶ τοῦ τόκου καθέστηκε. Καὶ ὅταν ἐν αὐτῷ κατὰ καιρὸν τὸν ἄνθρωπον ἀπὸ τοῦ θεοῦ διαιρῇς, τότε τά τε τοῦ θεοῦ καὶ τοῦ ἀνθρώπου διαχώριζε ῥήματα. Καὶ ὁπηνίκα θεὸν καὶ ἄνθρωπον ὁμολογεῖς, ἐν καιρῷ τὰ τοῦ θεοῦ καὶ ἀνθρώπου διάκρινε ῥήματα. Ὅταν δὲ ἐκ θεοῦ καὶ ἀνθρώπου, καὶ πάλιν ἀνθρώπου καθόλου καὶ καθόλου θεοῦ τὸν καιρὸν ἐννόει, εἴ τι τοιοῦτο λελάληται πρὸς τὸ μηνύεσθαι τὸ κατ' ἐκεῖνο καιροῦ, ἐν τῷ καιρῷ τὰ λεχθέντα προσάρμοσον. Καὶ ἐπειδήπερ ἄλλο ἐστὶ πρὸ τοῦ ἀνθρώπου θεός, ἄλλο δὲ πάλιν ἄνθρωπος καὶ θεός, καὶ ἄλλο μετὰ τὸν ἄνθρωπον καὶ θεόν, ὅλος ἄνθρωπος καὶ ὅλος θεός, μὴ συγχέῃς τοῖς λεγομένοις καὶ τοῖς γεγονόσι τὸ τῆς οἰκονομίας μυστήριον. Ἀνάγκη γὰρ κατὰ τὴν ποιότητα τῶν γενῶν καὶ τῶν φύσεων, ἄλλην μὲν αὐτῶν γεγενῆσθαι τὴν ὁμιλίαν, μηδέπω κατὰ τὸ τοῦ ἀνθρώπου τεχθέντος μυστήριον, ἄλλην δὲ ἔτι προσελαύνοντος τῷ θανάτῳ, καὶ ἄλλην ἤδη τυγχάνοντος αἰωνίου. Δείξας τοίνυν ἅπαντα, ταῦτα μέν, ὡς Χριστὸς Ἰησοῦς καὶ τεχθεὶς ἄνθρωπος σώματος ἡμετέρου, κατὰ τὴν συνήθειαν τῆς ἡμετέρας ἐλάλησε φύσεως, τῷ εἶναι θεός. Εἰ γὰρ καὶ ἐν τῷ τόκῳ καὶ ἐν τῷ πάθει καὶ τῷ θανάτῳ τὰς τῆς ἡμετέρας φύσεως πράξεις διήνυσεν, ὅμως ἅπαντα ταῦτα τῇ δυνάμει τῆς ἑαυτοῦ διεπράξατο φύσεως.

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
