# Eranistes 180

Theodoretus, Eranistes, Page 180. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/180

Τοῦ αὐτοῦ ἐν τῷ αὐτῷ λόγῳ. Ὁρᾷς ἄρα οὕτω θεὸν καὶ ἄνθρωπον ὁμολογεῖσθαι, ὥστε τὸν μὲν θάνατον τῷ ἀνθρώπῳ, τῷ δὲ θεῷ τῆς σαρκὸς λογίζεσθαι τὴν ἀνάστασιν; Τὴν μὲν γὰρ τοῦ θεοῦ φύσιν ἐν τῇ δυνάμει τῆς ἀναστάσεως νόει, τὴν δὲ κατὰ ἄνθρωπον οἰκονομίαν ἐν τῷ θανάτῳ ἐπιγνώσῃ. Καὶ ἐπειδήπερ ἑκάτερα ταῖς οἰκείαις γεγένηται φύσεσιν, ἕνα μοι Χριστὸν Ἰησοῦν ἐκεῖνον μνημόνευε, τὸν ὄντα ἀμφότερα. Ταῦτα δὲ τούτου χάριν διὰ βραχέων ὑπέδειξα, ἵνα ἑκατέραν φύσιν ἐν τῷ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ νοεῖσθαι μνημονεύωμεν· ὁ γὰρ ὢν ἐν μορφῇ θεοῦ ἔλαβε δούλου μορφήν. Τοῦ ἁγιωτάτου ἐπισκόπου Αὐγουστίνου. Τοῦ αὐτοῦ ἐκ τῆς ἐπιστολῆς τῆς πρὸς Βολουσιανόν. Νῦν δὲ οὗτος μεταξὺ θεοῦ καὶ ἀνθρώπων ἀνεφάνη μεσίτης, ὥστε αὐτὸν ἐν τῇ τοῦ προσώπου ἑνότητι συνάπτειν ἑκατέραν τὴν φύσιν, καὶ τὰ ἐν ἔθει αὔξοντα τοῖς ἀληθέσι, καὶ τὰ ἀληθῆ συγκεράσαντα τοῖς ἐξ ἔθους. Τοῦ αὐτοῦ ἐν τῇ ἐκθέσει τοῦ εὐαγγελίου τοῦ κατὰ τὸν ἅγιον Ἰωάννην. Τί τοίνυν, αἱρετικέ, ἐπειδὴ Χριστός ἐστι θεὸς καὶ ἄνθρωπος, ἀλλ' εἰ μὲν ὡς ἄνθρωπος, συκοφαντεῖς δὲ θεόν; Ἐκεῖνος ἐν ἑαυτῷ τὴν ἀνθρωπίνην φύσιν ὑψοῖ, σὺ δὲ ἐκείνου τολμᾷς ἐξευτελίσαι τὴν θείαν. Τοῦ αὐτοῦ ἐν τῷ λόγῳ τῷ περὶ τῆς ἐκθέσεως τῆς πίστεως. Καὶ γὰρ ἡμέτερόν ἐστι τὸ πιστεύειν, ἐκείνου δὲ τὸ εἰδέναι, καὶ οὕτως αὐτὸς ὁ θεὸς λόγος τὸ πᾶν ὑποδεξάμενος ὅπερ ἐστὶν ἀνθρώπου, ἄνθρωπος ἔστω, καὶ ὁ προσληφθεὶς ἄνθρωπος ὑποδεξάμενος ἅπαν ὅπερ ἐστὶ θεοῦ, ἄλλο τι μὴ ἔστω πλὴν ὅπερ θεός. Ἀλλὰ μὴ ἐπειδὴ σεσαρκωμένος εἶναι λέγεται καὶ μικτός, μεμειῶσθαι τὴν αὐτοῦ

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
