# Eranistes 181

Theodoretus, Eranistes, Page 181. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/181

οὐσίαν νομιστέον. Οἶδε μιγνύναι θεὸς ἑαυτὸν δίχα τῆς οἰκείας φθορᾶς, καὶ μίγνυται μέν γε κατὰ ἀλήθειαν. Οἶδεν οὕτως ἐν ἑαυτῷ ὑποδέξασθαι, ὥστε μηδὲν αὐτῷ προσθήκης αὐξάνεσθαι, καθὼς οἶδεν, ἑαυτὸν ὅλον ἐνέχεεν, ὥστε μηδὲν αὐτῷ συμβῆναι μειώσεως. Μὴ τοίνυν κατὰ τὴν τῆς ἡμετέρας ἀσθενείας ἔννοιαν, καὶ τὰ αἰσθητὰ τῆς πείρας διδάγματα στοχαζόμενοι ἐκ τῶν ἴσων τῶν ἑαυτοῖς μιγνυμένων κτισμάτων μεμίχθαι νομίσωμεν θεὸν καὶ ἄνθρωπον, καὶ τῇ τοιαύτῃ συγχύσει τοῦ τε λόγου καὶ τῆς σαρκὸς ὡσανεί τι σῶμα γενόμενον οὕτω πιστεύειν, μή πως τῷ τρόπῳ τῶν συγχυνομένων δύο φύσεις εἰς μίαν ὑπόστασιν ἐνηνέχθαι νομίσωμεν· ἡ γὰρ τοιαύτη μίξις ἐστὶν ἑκατέρου μέρους φθορά. Ὁ δὲ θεὸς ὁ χωρῶν, ἀλλὰ οὐ χωρούμενος, ἐρευνῶν, οὐκ ἐρευνώμενος, πληρῶν, ἀλλ' οὐ πληρούμενος, ἁπανταχοῦ ὁμοῦ ὢν ὅλος καὶ δι' ὅλου χωρῶν διὰ τοῦ ἐγχέαι τὴν ἑαυτοῦ δύναμιν, ὡς οἰκτίρμων, ἐμίγη τῇ φύσει τῇ ἀνθρωπείᾳ, οὐ μὴν ἡ ἀνθρώπου φύσις ἐμίγη τῇ θείᾳ. Σευηριανοῦ ἐπισκόπου Γαβάλων. Εἰς τὴν γένναν τοῦ Χριστοῦ. Ὢ μυστηρίου ἀληθῶς οὐρανίου καὶ ἐπιγείου, κρατουμένου καὶ μὴ κρατουμένου, ὁρωμένου καὶ μὴ φαινομένου. Τοιοῦτος γὰρ ἦν καὶ ὁ γεννηθεὶς Χριστός, οὐράνιος καὶ ἐπίγειος, κρατούμενος καὶ μὴ κρατούμενος, ὁρώμενος καὶ ἀόρατος· οὐράνιος κατὰ τὴν τῆς θεότητος φύσιν, ἐπίγειος δὲ κατὰ τὴν τῆς ἀνθρωπότητος φύσιν· ὁρώμενος κατὰ τὴν σάρκα, ἀόρατος κατὰ τὸ πνεῦμα· κρατούμενος κατὰ τὸ σῶμα, ἀκράτητος κατὰ τὸν λόγον. Ἀττικοῦ ἐπισκόπου Κωνσταντινουπόλεως. Ἐκ τῆς πρὸς Εὐψύχιον ἐπιστολῆς. Τί τοίνυν ἐχρῆν τὸν πάνσοφον πραγματεύσασθαι; Μεσιτείᾳ τῆς προσληφθείσης σαρκὸς καὶ ἑνώσει τοῦ θεοῦ λόγου πρὸς τὸν ἐκ

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
