# Eranistes 182

Theodoretus, Eranistes, Page 182. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/182

Μαρίας ἄνθρωπον ἑκάτερα γίνεται, ὥστε τὸν ἐξ ἀμφοῖν ἡνωμένον Χριστόν, θεότητι μὲν διατιθέμενον ἐπὶ τοῦ οἰκείου μεῖναι τῆς ἀπαθοῦς φύσεως ἀξιώματος, σαρκὶ δὲ θανάτῳ προσομιλήσαντα, ὁμοῦ μὲν ἀποδεῖξαι τῇ ὁμοφύλῳ τῆς σαρκὸς φύσει τὴν κατὰ τοῦ θανάτου διὰ τοῦ θανάτου ὑπεροψίαν, ὁμοῦ δὲ κρατύνεσθαι τῇ τελευτῇ τῆς καινῆς διαθήκης τὰ δίκαια. Κυρίλλου ἐπισκόπου Ἀλεξανδρείας. Ἐκ τῆς πρὸς Νεστόριον ἐπιστολῆς. Καὶ ὅτι διάφοροι μὲν αἱ πρὸς ἑνότητα τὴν ἀληθινὴν συνενεχθεῖσαι φύσεις, εἷς δὲ ἐξ ἀμφοῖν θεὸς καὶ υἱός, οὐχ ὡς τῆς τῶν φύσεων διαφορᾶς ἀνῃρημένης διὰ τὴν ἕνωσιν. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς τοὺς Ἀνατολικοὺς ἐπιστολῆς. Δύο γὰρ φύσεων ἕνωσις γέγονε· διὸ ἕνα Χριστόν, ἕνα υἱόν, ἕνα κύριον ὁμολογοῦμεν. Κατὰ ταύτην τὴν τῆς ἀσυγχύτου ἑνώσεως ἔννοιαν ὁμολογοῦμεν τὴν ἁγίαν παρθένον θεοτόκον, διὰ τὸ τὸν τοῦ θεοῦ λόγον σαρκωθῆναι καὶ ἐνανθρωπῆσαι, καὶ ἐξ αὐτῆς τῆς συλλήψεως ἑνῶσαι ἑαυτῷ τὸν ἐξ αὐτῆς ληφθέντα ναόν. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστολῆς. Εἷς γὰρ κύριος Ἰησοῦς Χριστός, κἂν ἡ τῶν φύσεων μὴ ἀγνοῆται διαφορά, ἐξ ὧν τὴν ἀπόρρητον ἕνωσιν πεπράχθαι φαμέν. Τοῦ αὐτοῦ. Ἐννοοῦντες τοίνυν, ὡς ἔφην, τῆς ἐνανθρωπήσεως τὸν τρόπον, ὁρῶμεν ὅτι δύο φύσεις συνῆλθον ἀλλήλαις καθ' ἕνωσιν ἀδιάσπαστον ἀσυγχύτως καὶ ἀδιαιρέτως. Ἡ γὰρ σὰρξ σάρξ ἐστι καὶ οὐ θεότης, εἰ καὶ γέγονε θεοῦ σάρξ. Ὁμοίως δὲ καὶ ὁ λόγος θεός ἐστι καὶ οὐ σάρξ, εἰ καὶ ἰδίαν ἐποιήσατο τὴν σάρκα οἰκονομικῶς. Τοῦ αὐτοῦ ἐκ τῆς ἑρμηνείας τῆς πρὸς Ἑβραίους ἐπιστολῆς. Εἰ γὰρ καὶ νοοῖντο διάφοροι καὶ ἀλλήλαις ἄνισοι τῶν εἰς ἑνότητα συνδεδραμηκότων αἱ φύσεις, σαρκὸς δὲ λέγω καὶ θεοῦ, ἀλλ' οὖν εἷς γε μόνος ὁ ἐξ ἀμφοῖν υἱός.

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
