# Eranistes 185

Theodoretus, Eranistes, Page 185. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/185

Καὶ ἐν ἑτέρῳ δὲ χωρίῳ ταῦτά φησιν. Εἰ ἡ πρὸς σίδηρον ἀνάκρασις, πῦρ ἀποδεικνῦσα τὸν σίδηρον ὡς καὶ τὰ πυρὸς ἐργάζεσθαι, οὐ μετέβαλε τὴν φύσιν αὐτοῦ, οὐδὲ ἡ τοῦ θεοῦ πρὸς τὸ σῶμα ἕνωσις μεταβολὴ σώματός ἐστιν, καίτοι τοῦ σώματος τὰς θείας ἐνεργείας παρεχομένου τοῖς ἐφάψασθαι δυναμένοις. Τούτοις εὐθὺς ἐπισυνάπτει. Εἰ ἄνθρωπος καὶ ψυχὴν ἔχει καὶ σῶμα, καὶ μένει ταῦτα ἐν ἑνότητι ὄντα, πολλῷ μᾶλλον ὁ Χριστὸς θεότητα ἔχων μετὰ σώματος ἔχει ἑκάτερα διαμένοντα καὶ μὴ συγχεόμενα. Καὶ μετ' ὀλίγα πάλιν. Μετέχει μὲν γὰρ ἡ ἀνθρωπίνη τῆς θείας ἐνεργείας καθ' ὅσον ἐφικνεῖται· ἑτέρα δέ ἐστιν ὡς ἐλαχίστη μεγίστης. Καὶ δοῦλος μὲν ἄνθρωπος τοῦ θεοῦ, ὁ δὲ θεὸς οὐ δοῦλος τοῦ ἀνθρώπου οὐδὲ ἑαυτοῦ. Καὶ ὁ μὲν ποίημα τοῦ θεοῦ, ὁ δὲ οὔτε τοῦ ἀνθρώπου ποίημα οὔτε ἑαυτοῦ. Καὶ μετ' ὀλίγα. Εἰ κατὰ θεότητα ἐπὶ Χριστοῦ λαμβάνει τις τό, "Ἃ βλέπει τὸν πατέρα ποιοῦντα καὶ αὐτὸς ποιεῖ," καὶ μὴ κατὰ σάρκα, καθ' ἣν ἰδιάζει ὁ σαρκωθεὶς παρὰ τὸν μὴ σαρκωθέντα πατέρα, διαιρεῖ δύο θείας ἐνεργείας· οὐ διαιρεῖται δέ, οὐκ ἄρα εἰς θεότητα λέγεται. Εἶτ' αὖθις καὶ ταῦτα τέθεικεν. Ὥσπερ ὁ ἄνθρωπος οὐκ ἄλογος προσκειμένου τοῦ λογικοῦ τῷ ἀλόγῳ, οὕτως οὐδὲ ὁ σωτὴρ κτίσμα προσκειμένου τῷ ἀκτίστῳ θεῷ τοῦ κτιστοῦ σώματος. Τούτοις καὶ ταῦτα ἐπισυνάπτει Τὸ ἀόρατον καὶ συντεθὲν πρὸς σῶμα ὁρατὸν καὶ διὰ τούτου θεωρηθὲν μένει καὶ ἀόρατον· μένει δὲ καὶ ἀσύνθετον, καθὸ οὐ συμπεριορίζεται τῷ σώματι. Καὶ τὸ σῶμα μένον ἐπὶ τοῦ ἰδίου μέτρου προσλαμβάνει τὴν πρὸς θεὸν ἕνωσιν κατὰ τὸ ζωοποιεῖσθαι, οὔτε τὸ ζωοποιούμενον ζωοποιεῖ. Καὶ μετ' ὀλίγα πάλιν οὕτως εἴρηκεν. Εἰ μηδὲ ἡ ψυχῆς πρὸς σῶμα κρᾶσις, καίτοι ἐξ ἀρχῆς κατὰ συμφυΐαν οὖσα, ὁρατὴν αὐτὴν διὰ τὸ σῶμα ποιεῖ, μηδὲ εἰς τὰ ἄλλα τοῦ σώματος

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
