# Eranistes 187

Theodoretus, Eranistes, Page 187. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/187

"Δόξασόν με σύ, πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί." Τὸ μὲν γὰρ δόξαζον ὡς ἄνθρωπος λέγει, τὸ δὲ ἔχειν πρὸ αἰῶνος τὴν δόξαν ὡς θεὸς ἀποκαλύπτει. Καὶ αὖθις μετ' ὀλίγα. Ἀλλ' ἡμεῖς μὴ ταπεινωθῶμεν ταπεινὴν ἡγησάμενοι τὴν τοῦ υἱοῦ τοῦ θεοῦ προσκύνησιν καὶ μετὰ τῆς ἀνθρωπίνης ὁμοιώσεως, ἀλλ' ὥς τινα βασιλέα καὶ ἐν εὐτελεῖ φανέντα στολῇ τῇ βασιλικῇ δόξῃ δοξάζοντες, καὶ μάλιστα ὁρῶντες καὶ αὐτὸ τὸ ἔνδυμα δοξασθέν, ὡς ἥρμοττε σώματι θεοῦ καὶ σωτῆρι κόσμου καὶ σπέρματι ζωῆς αἰωνίου καὶ ὀργάνῳ θείων ἐνεργειῶν καὶ λυτικῷ κακίας ἁπάσης καὶ θανάτου καθαιρετικῷ καὶ ἀναστάσεως ἀρχηγῷ· εἰ γὰρ καὶ τὴν φύσιν ἐξ ἀνθρώπων ἔσχεν, ἀλλὰ τὴν ζωὴν ἐκ θεοῦ καὶ τὴν δύναμιν ἐξ οὐρανοῦ καὶ τὴν ἀρετὴν θείαν. Καὶ μετ' ὀλίγα. Ὅθεν ἡμεῖς τὸ σῶμα προσκυνοῦμεν ὡς τὸν λόγον, τοῦ σώματος μετέχομεν ὡς τοῦ πνεύματος. ΟΡΘ. Ἰδού σοι καὶ ὁ πρῶτος τῶν φύσεων τὴν κρᾶσιν εἰσάγων ἀναφανδὸν τῇ διαιρέσει χρώμενος ἀπεδείχθη. Οὗτος καὶ στολὴν τὸ σῶμα καὶ κτίσμα καὶ ὄργανον προσηγόρευσε. Καὶ μέντοι καὶ δοῦλον ὠνόμασεν, ὅπερ οὐδεὶς ἡμῶν εἰπεῖν ἐτόλμησε πώποτε. Τοῦτο καὶ τῆς ἐκ δεξιῶν εἴρηκεν ἀξιωθῆναι καθέδρας, καὶ ἄλλα δὲ πλεῖστα παρὰ τῆς κενῆς ὑμῶν αἱρέσεως ἐκβαλλόμενα. ΕΡΑΝ. Καὶ τί δήποτε τὴν κρᾶσιν πρῶτος εἰσάγων τοσαύτην ἐντέθεικε τοῖς λόγοις διαίρεσιν; ΟΡΘ. Βιάζεται τῆς ἀληθείας ἡ δύναμις καὶ τοὺς ἄγαν αὐτῇ μαχομένους τοῖς παρ' αὐτῆς λεγομένοις συνθέσθαι. Ἀλλ' εἴ σοι δοκεῖ, καὶ τὸν περὶ τῆς ἀπαθείας τοῦ κυρίου κινήσωμεν λόγον. ΕΡΑΝ. Οἶσθ' ὅτι καὶ τὰς χορδὰς οἱ μουσικοὶ διαναπαύειν εἰώθασι, καὶ χαλῶσι ταύτας τοὺς κόλλοπας περιστρέφοντες. Εἰ δὲ καὶ τὰ λόγου καὶ ψυχῆς πάμπαν ἐστερημένα δεῖταί τινος ἀναπαύλης, οὐδὲν ἄρα δράσομεν ἀπεικὸς οἱ ψυχῆς καὶ λόγου μετειληχότες, μετροῦντες τῇ δυνάμει τὸν πόνον. Ἀναβαλώμεθα τοίνυν εἰς αὔριον.

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
