# Eranistes 190

Theodoretus, Eranistes, Page 190. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/190

ΕΡΑΝ. Ἀλλὰ σάρκα τούτου χάριν προσέλαβεν, ἵνα διὰ τοῦ παθητοῦ τὸ ἀπαθὲς ὑπομείνῃ τὸ πάθος. ΟΡΘ. Ἀπαθῆ καλεῖς, καὶ πάθος αὐτῷ προσαρμόττεις. ΕΡΑΝ. Εἶπον ὅτι σάρκα ἔλαβεν ἵνα πάθῃ. ΟΡΘ. Εἰ φύσιν δεκτικὴν εἶχε πάθους, καὶ δίχα σαρκὸς ἔπαθεν ἄν, περιττὴ τοίνυν ἡ σάρξ. ΕΡΑΝ. Ἡ θεία φύσις ἀθάνατος, θνητὴ δὲ ἡ τῆς σαρκός. Ἡνώθη τοίνυν τῇ θνητῇ ἡ ἀθάνατος, ἵνα γεύσηται δι' ἐκείνης θανάτου. ΟΡΘ. Τὸ φύσει ἀθάνατον οὐδὲ τῷ θνητῷ συναπτόμενον ὑπομένει θάνατον· καὶ τοῦτο ῥᾴδιον διαγνῶναι. ΕΡΑΝ. Ἀπόδειξον τοῦτο, καὶ λύσον τὴν ἀμφισβήτησιν. ΟΡΘ. Τὴν ἀνθρωπείαν ψυχὴν ἀθάνατον εἶναι φῂς ἢ θνητήν; ΕΡΑΝ. Ἀθάνατον. ΟΡΘ. Τὸ δὲ σῶμα θνητὸν ἢ ἀθάνατον; ΕΡΑΝ. Δηλονότι θνητόν. ΟΡΘ. Ἐκ δὲ τούτων τῶν φύσεών φαμεν συνεστάναι τὸν ἄνθρωπον; ΕΡΑΝ. Οὕτω φαμέν. ΟΡΘ. Συνήφθη τοίνυν τὸ ἀθάνατον τῷ θνητῷ. ΕΡΑΝ. Ἀληθές. ΟΡΘ. Ἀλλὰ τῆς συναφείας ἤγουν ἑνώσεως λυομένης, τὸ μὲν θνητὸν δέχεται τοῦ θανάτου τὸν ὅρον, μένει δὲ ἀθάνατος ἡ ψυχή, καίτοι τῆς ἁμαρτίας ἐπενεγκούσης τὸν θάνατον. Ἢ οὐχ ἡγῇ τιμωρίαν εἶναι τὸν θάνατον; ΕΡΑΝ. Ἡ θεία τοίνυν τοῦτο διδάσκει γραφή. Παρ' αὐτῆς γὰρ μανθάνομεν, ὡς ἀπαγορεύσας τῷ Ἀδὰμ ὁ θεὸς τοῦ φυτοῦ τῆς γνώσεως τὴν μετάληψιν ἐπήγαγεν· "Ἧι δ' ἂν ἡμέρᾳ φάγητε ἀπ' αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε." ΟΡΘ. Τιμωρία τοίνυν τῶν ἡμαρτηκότων ὁ θάνατος. ΕΡΑΝ. Ὡμολόγηται. ΟΡΘ. Τί δήποτε τοίνυν, ψυχῆς ὁμοῦ καὶ σώματος ἡμαρτηκότων, τὸ σῶμα μόνον ὑπομένει τοῦ θανάτου τὴν τιμωρίαν; ΕΡΑΝ. Αὐτὸ γὰρ εἶδε τὸ ξύλον κακῶς καὶ τὰς χεῖρας ἐξέτεινε καὶ τὸν ἀπειρημένον καρπὸν ἀπεσύλησε. Καὶ αὐτὸ πάλιν τὸ στόμα τοῦτον

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
