# Eranistes 192

Theodoretus, Eranistes, Page 192. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/192

ΟΡΘ. Οὐκοῦν κοινὸν ψυχῆς καὶ σώματος καὶ τὸ φυλάττειν καὶ τὸ παραβαίνειν τοὺς νόμους. ΕΡΑΝ. Κοινόν. ΟΡΘ. Ἐμοὶ δοκεῖ καὶ ἄρχειν ἑκατέρου τὴν ψυχὴν τῷ λογισμῷ πρὸ τοῦ σώματος κεχρημένην. ΕΡΑΝ. Πῶς τοῦτο λέγεις; ΟΡΘ. Ὅτι τὸ πρῶτον ὁ νοῦς τὴν ἀρετὴν ἢ τὴν κακίαν σκιογραφεῖ, εἶθ' οὕτως αὐτὴν διαμορφοῖ, ὀργάνοις μὲν κεχρημένος τοῖς μορίοις τοῦ σώματος, χρώμασι δὲ καὶ ὕλαις ταῖς εἰς ἑκάτερα προσφόροις. ΕΡΑΝ. Ἔοικεν. ΟΡΘ. Εἰ τοίνυν συναμαρτάνει τῷ σώματι, μᾶλλον δὲ ἄρχει τῆς ἁμαρτίας (ἡνιοχεῖν γὰρ τὸ ζῷον καὶ κυβερνᾶν ἐπιστεύθη), τί δήποτε κοινωνοῦσα τῆς ἁμαρτίας οὐ κοινωνεῖ τῆς τιμωρίας; ΕΡΑΝ. Καὶ πῶς οἷον τ' ἦν τὴν ἀθάνατον θανάτου μεταλαχεῖν; ΟΡΘ. Δίκαιον δὲ ἦν ὅμως μετασχοῦσαν τῆς παραβάσεως μετασχεῖν τῆς κολάσεως. ΕΡΑΝ. Δίκαιον. ΟΡΘ. Οὐ μετέλαχε δέ. ΕΡΑΝ. Οὐ δῆτα. ΟΡΘ. Ἐν δέ γε τῷ μέλλοντι βίῳ μετὰ τοῦ σώματος τῇ γεέννῃ παραδοθήσεται. ΕΡΑΝ. Οὕτως ὁ κύριος εἴρηκε· "Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβηθήτε δὲ μᾶλλον τὸν καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα δυνάμενον ἀπολέσαι ἐν γεέννῃ." ΟΡΘ. Οὐκοῦν ἐν μὲν τῷδε τῷ βίῳ διέφυγε τὸν θάνατον ὡς ἀθάνατος· ἐν ἐκείνῳ δὲ τῷ βίῳ δώσει δίκας οὐ θάνατον ὑπομένουσα, ἀλλ' ἐν ζωῇ κολαζομένη. ΕΡΑΝ. Ἡ θεία καὶ τοῦτο διδάσκει γραφή. ΟΡΘ. Ἀδύνατον ἄρα θάνατον ὑπομεῖναι τὴν ἀθάνατον φύσιν. ΕΡΑΝ. Οὕτω πέφανται. ΟΡΘ. Πῶς τοίνυν τὸν θεὸν λόγον γεύσασθαι θανάτου φατέ; Εἰ

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
