# Eranistes 194

Theodoretus, Eranistes, Page 194. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/194

ΟΡΘ. Ἀλλ' ὅμως καὶ τούτων οὕτω γεγενημένων, δίκαιον τὸν κριτὴν καὶ ἴσμεν καὶ ὀνομάζομεν. ΕΡΑΝ. Μάλιστα. ΟΡΘ. Τί δήποτε τοίνυν δίκαιος ὢν οὐκ εἰσέπραξεν ἐκεῖνον τῆς κακῆς διδασκαλίας εὐθύνας; ΕΡΑΝ. Αὐτῷ τὴν ἄσβεστον τῆς γεέννης κατεσκεύασε φλόγα. "Πορεύεσθε, γάρ φησιν, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ." Ἐνταῦθα δὲ τούτου χάριν οὐκ ἐκοινώνησεν τοῦ θανάτου τοῖς μαθηταῖς, ὡς φύσιν ἔχων ἀθάνατον. ΟΡΘ. Οὐδὲ οἱ τὰ μέγιστα ἄρα πλημμελήσαντες θανάτου οἷοί τε μετασχεῖν, εἰ φύσιν ἀθάνατον ἔχοιεν. ΕΡΑΝ. Ὡμολόγηται. ΟΡΘ. Εἰ τοίνυν οὐδὲ αὐτὸς ὁ τῆς κακίας εὑρετὴς καὶ διδάσκαλος μετέλαχε θανάτου διὰ τὴν ἀθανασίαν τῆς φύσεως, πῶς οὐ πεφρίκατε λέγοντες τὴν τῆς ἀθανασίας καὶ δικαιοσύνης πηγὴν μετεσχηκέναι θανάτου; ΕΡΑΝ. Εἰ μὲν ἀκουσίως αὐτὸν ὑπομεμενηκέναι τὸ πάθος λέγομεν, ἔσχεν ἂν πρόφασιν ἡ καθ' ἡμῶν παρ' ὑμῶν γινομένη κατηγορία δικαίαν. Εἰ δ' αὐθαίρετον τὸ πάθος καὶ ὁ θάνατος ἐθελούσιος κηρύσσεται παρ' ἡμῶν, οὐ κατηγορεῖν ἡμῶν, ἀλλ' ὑμνεῖν προσήκει τὴν τῆς φιλανθρωπίας ὑπερβολήν. Ἐθελήσας γὰρ πέπονθε, καὶ βουληθεὶς τοῦ θανάτου μετέσχηκεν. ΟΡΘ. Πάμπαν, ὡς ἔοικε, τὴν θείαν ἠγνοήκατε φύσιν. Ὁ γὰρ δεσπότης θεὸς οὐδὲν ὧν μὴ πέφυκε βούλεται, πάντα δὲ ὅσα βούλεται δύναται. Βούλεται δὲ τὰ τῇ οἰκείᾳ φύσει πρόσφορά τε καὶ πρέποντα. ΕΡΑΝ. Ἡμεῖς μεμαθήκαμεν ἅπαντα δυνατὰ τῷ θεῷ. ΟΡΘ. Ἀορίστως ἀποφαινόμενος συμπεριλαμβάνεις τῷ λόγῳ καὶ ὅσα προσήκει τῇ τοῦ διαβόλου μερίδι. Ὁ γὰρ ἀπολύτως πάντα εἰπὼν καὶ τὰ ἀγαθὰ καὶ τὰ τούτων ἐναντία κατὰ ταὐτὸν εἴρηκεν. ΕΡΑΝ. Ὁ οὖν γενναῖος Ἰὼβ οὐκ ἀπολύτως εἴρηκεν, "Οἶδα ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐδέν;" ΟΡΘ. Εἰ ἀναγνοίης τὰ τῷ δικαίῳ προειρημένα, καὶ τὸν τούτων ἐξ

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
