# Eranistes 196

Theodoretus, Eranistes, Page 196. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/196

ΕΡΑΝ. Ἄπαγε. ΟΡΘ. Οὐδέ γε ὁ πατὴρ υἱός. ΕΡΑΝ. Τῶν ἀδυνάτων. ΟΡΘ. Οὐδὲ ὁ ἀγέννητος ἄρα γεγεννημένος. ΕΡΑΝ. Πῶς γάρ; ΟΡΘ. Οὔτε μὴν ὁ υἱὸς γένοιτ' ἄν ποτε πατήρ. ΕΡΑΝ. Οὐδαμῶς. ΟΡΘ. Οὐδέ γε τὸ πνεῦμα τὸ ἅγιον γένοιτ' ἂν υἱὸς ἢ πατήρ. ΕΡΑΝ. Πάντα ταῦτα ἀδύνατα. ΟΡΘ. Πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα εὑρίσκομεν ὁμοίως ἀδύνατα. Οὔτε γὰρ τὸ αἰώνιον ὑπὸ χρόνον ἔσται, οὔτε τὸ ἄκτιστον κτιστόν γε καὶ ποιητόν, οὔτε πεπερασμένον τὸ ἄπειρον, καὶ ὅσα τούτοις ἐστὶ παραπλήσια. ΕΡΑΝ. Οὐδὲν τούτων ἐστὶ δυνατόν. ΟΡΘ. Πολλὰ τοίνυν εὑρήκαμεν ἀδύνατα ὄντα τῷ παντοδυνάμῳ θεῷ. ΕΡΑΝ. Ἀληθῶς. ΟΡΘ. Ἀλλὰ τὸ μὴ δυνηθῆναί τι τούτων ἀπείρου δυνάμεως οὐκ ἀσθενείας τεκμήριον· τὸ δέ γε δυνηθῆναι ἀδυναμίας δήπουθεν οὐ δυνάμεως. ΕΡΑΝ. Πῶς τοῦτο ἔφης; ΟΡΘ. Ὅτι τούτων ἕκαστον τὸ ἄτρεπτον τοῦ θεοῦ κηρύττει καὶ ἀναλλοίωτον. Τὸ γὰρ μὴ δυνηθῆναι τὸν ἀγαθὸν γενέσθαι κακὸν τὴν ὑπερβολὴν σημαίνει τῆς ἀγαθότητος, καὶ τὸ τὸν δίκαιον μηδέποτ' ἂν γενέσθαι ἄδικον μηδὲ τὸν ἀληθῆ ψεύστην τὸ ἐν ἀληθείᾳ καὶ δικαιοσύνῃ σταθερόν τε καὶ βέβαιον δείκνυσιν. Οὕτω τὸ ἀληθινὸν φῶς οὐκ ἂν γένοιτο σκότος, οὐδὲ ὁ ὢν οὐκ ὤν. Διαρκὲς γὰρ ἔχει τὸ εἶναι, καὶ ἀναλλοίωτον ὑπάρχει τὸ φῶς. Οὕτω τ' ἄλλα πάντα σκεψάμενος εὑρήσεις τὸ μὴ δύνασθαι δυνάμεως τῆς ἄκρας ἐμφαντικόν. Οὕτως ἐπὶ τοῦ θεοῦ τὰ τοιαῦτα μὴ δύνασθαι καὶ ὁ θεῖος ἀπόστολος νενόηκέ τε καὶ τέθεικεν. Ἑβραίοις μὲν γὰρ ἐπιστέλλων ὧδέ φησιν· "Ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν·" οὐκ ἀσθενὲς τὸ ἀδύνατον, ἀλλὰ ἄγαν αὐτὸ

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
