# Eranistes 199

Theodoretus, Eranistes, Page 199. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/199

ΟΡΘ. Οὐκοῦν κἀκεῖνο ἐπισκεψώμεθα. ΕΡΑΝ. Τὸ ποῖον; ΟΡΘ. Ὅταν ἀκούσωμεν τῆς τῶν θείων εὐαγγελίων ἱστορίας διηγουμένης, ὅτι προσήνεγκαν τῷ κυρίῳ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον, τῆς ψυχῆς τὴν λύσιν τῶν μορίων εἶναι λέγομεν ἢ τοῦ σώματος; ΕΡΑΝ. Δηλονότι τοῦ σώματος. ΟΡΘ. Ὅταν δέ γε τὴν πρὸς Ἑβραίους ἐπιστολὴν ἀναγινώσκοντες εὕρωμεν ἐκεῖνο τὸ χωρίον, ἔνθα φησὶν ὁ ἀπόστολος· "Ὥστε τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε, καὶ τροχιὰς ὀρθὰς ποιήσατε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον," περὶ τῶν τοῦ σώματος μορίων ἐροῦμεν ταῦτα φάναι τὸν θεῖον ἀπόστολον; ΕΡΑΝ. Οὐδαμῶς. ΟΡΘ. Τὴν δὲ τῆς ψυχῆς χαυνότητα καὶ δειλίαν ἐξαίρειν αὐτὸν φήσομεν, καὶ εἰς ἀνδρείαν παραθήγειν τοὺς μαθητάς; ΕΡΑΝ. Πάνυγε. ΟΡΘ. Ἀλλ' οὐχ εὑρίσκομεν ταῦτα παρὰ τῇ θείᾳ διῃρημένα γραφῇ. Οὔτε γὰρ τὴν τοῦ Ἰσαὰκ διηγησαμένη τυφλότητα σώματος ἐμνημόνευσεν, ἀλλ' ἁπλῶς τὸν Ἰσαὰκ ἔφη τυφλόν· οὔτε βλέποντας καὶ ὁρῶντας ὀνομάσασα τοὺς προφήτας τὰς τούτων ἔφη ψυχὰς ὁρᾶν τὰ κεκρυμμένα καὶ βλέπειν, ἀλλ' αὐτῶν ἐμνημόνευσε τῶν προσώπων. ΕΡΑΝ. Οὕτω τοῦτ' ἔχει. ΟΡΘ. Οὔτε μὴν τοῦ παραλυτικοῦ τὸ σῶμα ἔδειξε λελυμένον, ἀλλὰ τὸν ἄνθρωπον ὠνόμασε παραλυτικόν. ΕΡΑΝ. Ἀληθές. ΟΡΘ. Οὐδέ γε ὁ θεῖος ἀπόστολος ὀνομαστὶ τῶν ψυχῶν ἐμνημόνευσεν, ἐπιρρῶσαι ταύτας καὶ διεγεῖραι θελήσας. ΕΡΑΝ. Οὐ γάρ. ΟΡΘ. Ἡμεῖς δὲ τὸν νοῦν τῶν λόγων διερευνώμενοι ἐπιγινώσκομεν τίνα μὲν ψυχῆς, τίνα δὲ σώματος ἴδια. ΕΡΑΝ. Εἰκότα γε ποιοῦντες· λογικοὺς γὰρ ἡμᾶς ἐποίησεν ὁ θεός. ΟΡΘ. Τῷδε τοίνυν τῷ λογικῷ καὶ ἐπὶ τοῦ πεποιηκότος ἡμᾶς καὶ σεσωκότος χρησώμεθα, καὶ ἐπιγνῶμεν, τίνα μὲν αὐτοῦ τῇ θεότητι, τίνα δὲ προσήκει τῇ ἀνθρωπότητι.

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
