# Eranistes 200

Theodoretus, Eranistes, Page 200. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/200

ΕΡΑΝ. Ἀλλ' αὐτὸ τοῦτο δρῶντες τὴν ἄκραν ἐκείνην διαλύσομεν ἕνωσιν. ΟΡΘ. Καὶ μὴν ἐπί γε τοῦ Ἰσαὰκ καὶ τῶν προφητῶν καὶ τοῦ παραλύτου καὶ τῶν ἄλλων τοῦτο δράσαντες τὴν φυσικὴν τῆς ψυχῆς καὶ τοῦ σώματος οὐκ ἐλύσαμεν ἕνωσιν, οὐδέ γε ἀπὸ τῶν οἰκείων σωμάτων τὰς ψυχὰς ἐχωρίσαμεν, ἀλλὰ τῷ λόγῳ μόνῳ διέγνωμεν, τί μὲν ἴδιον ψυχῆς, τί δὲ σώματος. Πῶς οὖν οὐ σχέτλιον ἐπὶ ψυχῶν τοῦτό γε καὶ σωμάτων οὕτω ποιοῦντας, ἐπὶ τοῦ σωτῆρος ἡμῶν τοῦτο παραιτεῖσθαι ποιεῖν, ἀλλὰ συγχεῖν τὰς φύσεις, εἰ καὶ τὸ διάφορον, οὐχ ὅσον ἔχει ψυχὴ πρὸς σῶμα, ἔχουσι πρὸς ἀλλήλας, ἀλλὰ τοσοῦτον, ὅσον τὸ πρόσφατον τοῦ ἀϊδίου διέστηκε, καὶ τὸ ποιηθὲν τοῦ ποιήσαντος; ΕΡΑΝ. Ἡ θεία γραφὴ τὸν υἱὸν τοῦ θεοῦ τὸ πάθος ὑπομεμενηκέναι φησί. ΟΡΘ. Οὐδὲ ἡμεῖς ἄλλον τινὰ πεπονθέναι φαμέν· ἴσμεν δὲ ὅμως παρὰ τῆς θείας διδαχθέντες γραφῆς, ὡς ἀπαθὴς ἡ τῆς θεότητος φύσις. Ἀπάθειαν τοίνυν καὶ πάθος ἀκούοντες καὶ ἀνθρωπότητος καὶ θεότητος ἕνωσιν, τοῦ παθητοῦ σώματος τὸ πάθος εἶναί φαμεν, τὴν ἀπαθῆ δὲ φύσιν ἐλευθέραν μεμενηκέναι τοῦ πάθους ὁμολογοῦμεν. ΕΡΑΝ. Σῶμα τοίνυν ἡμῖν τὴν σωτηρίαν προὐξένησεν. ΟΡΘ. Οὐκ ἀνθρώπου σῶμα ψιλοῦ, ἀλλὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ. Εἰ δὲ τοῦτό σοι νομίζεται μικρόν τε καὶ εὐτελές, πῶς τὸν τούτου γε τύπον σεπτὸν ἡγῇ καὶ σωτήριον; Εἰ δὲ ὁ τύπος προσκυνητὸς καὶ σεβάσμιος, πῶς αὐτὸ τὸ ἀρχέτυπον εὐκαταφρόνητον καὶ σμικρόν; ΕΡΑΝ. Οὐκ εὐτελὲς ἡγοῦμαι τὸ σῶμα, ἀλλὰ διαιρεῖν ἀπὸ τῆς θεότητος οὐκ ἀνέχομαι. ΟΡΘ. Οὐδὲ ἡμεῖς, ὦ ἀγαθέ, διαιροῦμεν τὴν ἕνωσιν, ἀλλὰ θεωροῦμεν τὰ τῶν φύσεων ἴδια. Καὶ σὺ δὲ δήπουθεν συνομολογήσεις αὐτίκα. ΕΡΑΝ. Προφητικῶς ταῦτα προσαγορεύεις. ΟΡΘ. Οὐ προφητικῶς, ἀλλ' εἰδὼς τῆς ἀληθείας τὴν δύναμιν. Ἀλλά μοι ἀπόκριναι καὶ τοῦτο προσερωτῶντι· ὅταν ἀκούσῃς τοῦ κυρίου λέγοντος, "Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν," καί, "Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν πατέρα," τῆς σαρκὸς ταῦτα λέγεις ἢ τῆς θεότητος ἴδια;

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
