# Eranistes 202

Theodoretus, Eranistes, Page 202. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/202

ΕΡΑΝ. Φαίνεται. ΟΡΘ. Τὸ δὲ μὴ βαδίζον οὐ κοπιᾷ. ΕΡΑΝ. Οὐδαμῶς. ΟΡΘ. Οὐκ ἄρα κεκοπίακεν ἡ θεία φύσις ἀπερίγραφος οὖσα καὶ μὴ δεομένη βαδίσεως. ΕΡΑΝ. Ἀλλ' ἡ θεία γραφὴ κεκοπιακέναι τὸν Ἰησοῦν ἱστορεῖ, θεὸς δὲ ὁ Ἰησοῦς· "Εἷς γὰρ κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα." ΟΡΘ. Ἐπειδὴ τοίνυν κεκοπιακέναι αὐτὸν καὶ μὴ κοπιᾶν ἡ θεία λέγει γραφή (ἀληθῆ δὲ ἀμφότερα, ψευδὲς γὰρ οὐδὲν ἡ θεία λέγει γραφή), σκοπητέον πῶς μὲν τοῦτο, πῶς δὲ ἐκεῖνο τῷ ἑνὶ προσώπῳ δυνατὸν προσαρμόσαι. ΕΡΑΝ. Σὺ τοῦτο δεῖξον· σὺ γὰρ τοὺς τῆς διαιρέσεως ἡμῖν εἰσκομίζεις λόγους. ΟΡΘ. Οἶμαι τοῦτο καὶ βαρβάρῳ ῥᾴδιον διαγνῶναι, ὡς τῆς τῶν ἀνομοίων φύσεων ὁμολογηθείσης ἑνώσεως δέχεται μὲν τὸ πρόσωπον τοῦ Χριστοῦ καὶ ταῦτα κἀκεῖνα διὰ τὴν ἕνωσιν, ἑκατέρᾳ δέ γε φύσει τὰ πρόσφορα προσαρμόττεται, τῇ μὲν ἀπεριγράφῳ τὸ ἄπονον, τῇ δὲ μεταβαινούσῃ καὶ βαδιζούσῃ ὁ κόπος. Ποδῶν γὰρ ἴδιον τὸ βαδίζειν, καὶ νεύρων τὸ τῷ πλείονι διατείνεσθαι πόνῳ. ΕΡΑΝ. Ὡμολόγηται ταῦτα σωματικὰ εἶναι παθήματα. ΟΡΘ. Ἀληθὴς ἄρα ἡ πρόρρησις ἐκείνη, ἣν ἐγὼ μὲν ἐποιησάμην, σὺ δέ γε ἐκωμῴδησας, ὡς ἐθέλησας. Ἰδοὺ γὰρ ἡμῖν ὑπέδειξας, τίνα μὲν ἀνθρωπότητι, τίνα δὲ προσήκει θεότητι. ΕΡΑΝ. Ἀλλ' οὐκ εἰς δύο τὸν ἕνα διεῖλον υἱούς. ΟΡΘ. Οὐδὲ ἡμεῖς τοῦτο δρῶμεν, ὦ φίλος, ἀλλ' εἰς τὸ διάφορον ἀφορῶντες τῶν φύσεων, σκοποῦμεν τί μὲν πρέπον θεότητι, τί δὲ ἁρμόδιον σώματι. ΕΡΑΝ. Οὐκ ἐδίδαξεν ἡμᾶς οὕτω διαιρεῖν ἡ θεία γραφή· ἀλλὰ τὸν υἱὸν τοῦ θεοῦ εἴρηκε τεθνάναι. Οὕτω γὰρ ὁ ἀπόστολος ἔφη· "Εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ." Καὶ τὸν κύριον εἴρηκεν ἐκ νεκρῶν ἐγηγέρθαι· "Ὁ γὰρ θεός, φησί, καὶ τὸν κύριον ἐξήγειρε." ΟΡΘ. Ὅταν οὖν ἡ θεία λέγῃ γραφή, "Συνεκόμισαν δὲ τὸν Στέφανον ἄνδρες εὐλαβεῖς, καὶ ἐποίησαν κοπετὸν μέγαν ἐπ' αὐτῷ," καὶ τὴν ψυχὴν εἴποι ἄν τις μετὰ τοῦ σώματος παραδεδόσθαι ταφῇ;

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
