# Eranistes 203

Theodoretus, Eranistes, Page 203. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/203

ΕΡΑΝ. Οὐ δῆτα. ΟΡΘ. Καὶ ὅταν ἀκούσῃς Ἰακὼβ τοῦ πατριάρχου λέγοντος, "Θάψατέ με μετὰ τῶν πατέρων μου," περὶ σώματος ἢ περὶ ψυχῆς ταῦτα εἰρῆσθαι τοπάζεις; ΕΡΑΝ. Δῆλον ὡς περὶ σώματος. ΟΡΘ. Ἀνάγνωθι δὲ καὶ τὰ ἑξῆς. ΕΡΑΝ. "Ἐκεῖ ἔθαψαν Ἀβραὰμ καὶ Σάρραν τὴν γυναῖκα αὐτοῦ·" καί· "Ἐκεῖ ἔθαψαν Ἰσαὰκ καὶ Ῥεβέκκαν τὴν γυναῖκα αὐτοῦ·" καί· "Ἐκεῖ ἔθαψαν Λείαν." ΟΡΘ. Οὐδὲ ἐν τούτοις, οἷς νῦν ἀνέγνως, σώματος ἐμνημόνευσεν ἡ θεία γραφή, ἀλλὰ τῶν ὀνομάτων ἃ τὴν ψυχὴν ὁμοῦ καὶ τὸ σῶμα ἐδήλου. Ἡμεῖς μέντοι διαιροῦμεν ὀρθῶς, καί φαμεν τὰς μὲν ψυχὰς ἀθανάτους εἶναι, μόνα δὲ τῶν πατριαρχῶν τὰ σώματα ἐν τῷ διπλῷ κατατεθῆναι σπηλαίῳ. ΕΡΑΝ. Ἀληθές. ΟΡΘ. Καὶ ὅταν ἀκούσωμεν τῆς τῶν πράξεων ἱστορίας διηγουμένης, ὡς ὁ Ἡρώδης ἀνεῖλεν Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ, ἥκιστα καὶ τὴν ψυχὴν νομιοῦμεν τεθνάναι. ΕΡΑΝ. Πῶς γὰρ οἵ γε τῆς δεσποτικῆς παραινέσεως μεμνημένοι, "Μὴ φοβεῖσθε, λεγούσης, ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι;" ΟΡΘ. Οὔ σοι δοκεῖ δυσσεβὲς εἶναι καὶ σχέτλιον, τῶν μὲν ἀνθρωπίνων ὀνομάτων ἀκούοντας μὴ ἀεὶ ψυχὴν ὁμοῦ καὶ σῶμα νοεῖν, μηδὲ θανάτου πέρι καὶ τάφου τῆς γραφῆς διηγουμένης, συμπεριλαμβάνειν τῇ διανοίᾳ τῷ σώματι τὴν ψυχήν, ἀλλὰ τῷ σώματι μόνῳ ταῦτα προσήκειν νομίζειν, τὴν δὲ τῆς ψυχῆς ἀθανασίαν εἰδέναι, τῇ τοῦ κυρίου διδασκαλίᾳ πιστεύοντας· τοῦ δὲ υἱοῦ τοῦ θεοῦ τὸ πάθος ἀκούοντας, μὴ οὕτω ποιεῖν, ἀλλὰ τοῦ μὲν σώματος, ᾧ προσήκει τὸ πάθος, ἥκιστα μνημονεύειν, τὴν δὲ θείαν φύσιν, τὴν ἀπαθῆ καὶ ἄτρεπτον καὶ ἀθάνατον θνητὴν τῷ λόγῳ καὶ παθητὴν ἀποφαίνειν· καὶ ταῦτα εἰδότας, ὡς εἴπερ οἵα τε παθεῖν ἦν ἡ τοῦ θεοῦ λόγου φύσις, περιττὴ τοῦ σώματος ἡ πρόσληψις ἦν;

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
