# Eranistes 205

Theodoretus, Eranistes, Page 205. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/205

ἄδικον ἔπαυσε τυραννίδα. Τὴν γὰρ ἀδίκως καταποθεῖσαν ἀπαρχὴν ἀναστήσας, ἀκολουθῆσαι ταύτῃ παρεσκεύασε τὸ γένος. Ταύτην τοῖς ἀποστολικοῖς ῥητοῖς παράθες τὴν ἑρμηνείαν, καὶ ὄψει τὴν τῆς θεότητος ἀπάθειαν. ΕΡΑΝ. Οὐδὲν ἐν τοῖς ἀναγνωσθεῖσι ῥητοῖς περὶ τῆς θείας ἀπαθείας δεδήλωται. ΟΡΘ. Τὸ οὖν φάναι τὸν θεῖον ἀπόστολον, διὰ τοῦτο τοῖς παιδίοις αὐτὸν κεκοινωνηκέναι σαρκὸς καὶ αἵματος, "ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου," οὐ σαφῶς δηλοῖ τὸ τῆς θεότητος ἀπαθὲς καὶ τὸ τῆς σαρκὸς παθητόν, καὶ ὡς, παθεῖν τῆς θείας μὴ δυναμένης φύσεως, ἔλαβε τὴν παθεῖν δυναμένην, καὶ διὰ ταύτης ἔλυσε τοῦ διαβόλου τὸ κράτος; ΕΡΑΝ. Πῶς διὰ τῆς σαρκὸς καὶ τοῦ διαβόλου τὸ κράτος ἔλυσε καὶ τοῦ θανάτου τὴν δυναστείαν; ΟΡΘ. Τίσιν ὅπλοις ἐξ ἀρχῆς χρησάμενος ὁ διάβολος ἐξηνδραπόδισε τῶν ἀνθρώπων τὴν φύσιν; ΕΡΑΝ. Διὰ τῆς ἁμαρτίας αἰχμάλωτον ἔλαβε τὸν τοῦ παραδείσου καταστάντα πολίτην. ΟΡΘ. Τίνα δὲ τῇ τῆς ἐντολῆς παραβάσει ζημίαν ὥρισεν ὁ θεός; ΕΡΑΝ. Θάνατον. ΟΡΘ. Οὐκοῦν μήτηρ μὲν τοῦ θανάτου ἡ ἁμαρτία, ταύτης δὲ πατὴρ ὁ διάβολος. ΕΡΑΝ. Ἀληθές. ΟΡΘ. Ὑπὸ ταύτης οὖν ἐπολεμεῖτο τῶν ἀνθρώπων ἡ φύσις. Αὕτη γὰρ δουλουμένη τοὺς πειθομένους καὶ τῷ παμπονήρῳ προσῆγε πατρί, καὶ παρέπεμπε τῷ πικροτάτῳ κυήματι. ΕΡΑΝ. Φαίνεται. ΟΡΘ. Εἰκότως ἄρα ὁ ποιητὴς ἑκατέραν δυναστείαν καταλῦσαι θελήσας τὴν ὑπὸ τούτων πολεμουμένην ἀνέλαβε φύσιν, καὶ πάσης αὐτὴν ἁμαρτίας διατηρήσας ἀμύητον καὶ τῆς τοῦ διαβόλου τυραννίδος ἐλευθέραν ἀπέφηνε, καὶ τοῦ θανάτου τὸ κράτος διὰ ταύτης κατέλυσεν. Ἐπειδὴ γὰρ τιμωρία τῶν ἡμαρτηκότων ὁ θάνατος ἦν, τὸ δὲ σῶμα τὸ κυριακὸν οὐκ ἔχον ἁμαρτίας κηλῖδα ὃ παρὰ τὸν θεῖον νόμον ὁ θάνατος

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
