# Eranistes 208

Theodoretus, Eranistes, Page 208. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/208

ΟΡΘ. Εὐφήμει, ἄνθρωπε· εἷς γὰρ τοῦ θεοῦ υἱός· οὗ δὴ ἕνεκα μονογενὴς προσηγόρευται. ΕΡΑΝ. Εἰ τοίνυν εἷς ἐστιν υἱὸς τοῦ θεοῦ, αὐτὸν ὁ θεῖος ἀπόστολος ἴδιον υἱὸν προσηγόρευσεν. ΟΡΘ. Ἀληθές. ΕΡΑΝ. Αὐτὸν οὖν ἄρα ἔφη παραδεδόσθαι. ΟΡΘ. Αὐτόν, ἀλλ' οὐκ ἀσώματον, ὡς πολλάκις ὡμολογήσαμεν. ΕΡΑΝ. Ὡμολογήθη πολλάκις σῶμα αὐτὸν καὶ ψυχὴν εἰληφέναι. ΟΡΘ. Οὐκοῦν περὶ τῶν τῷ σώματι συμβεβηκότων ὁ ἀπόστολος εἴρηκεν. ΕΡΑΝ. Ἐναργῶς ἄγαν ὁ θεῖος ἀπόστολος κέκραγεν· "Ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο." ΟΡΘ. Ὅταν οὖν ἀκούσῃς τοῦ θεοῦ πρὸς τὸν Ἀβραὰμ λέγοντος, "Ἀνθ' ὧν οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι' ἐμέ," ἐσφάχθαι λέγεις τὸν Ἰσαάκ; ΕΡΑΝ. Οὐ δῆτα. ΟΡΘ. Καὶ μὴν ὁ θεὸς ἔφη τό, "οὐκ ἐφείσω·" ἀληθὴς δὲ ὁ τῶν ὅλων θεός. ΕΡΑΝ. Τῇ προθυμίᾳ τοῦ Ἀβραὰμ τό, "οὐκ ἐφείσω," συνήρμοσται· ἐκείνῃ γὰρ ὥρμησεν ἱερεῦσαι τὸν παῖδα, ἀλλ' ὁ θεὸς διεκώλυσεν. ΟΡΘ. Ὥσπερ τοίνυν ἐν τοῖς κατὰ τὸν Ἀβραὰμ οὐκ ἠνέσχου τοῦ γράμματος, ἀλλ' ἀναπτύξας τοῦτο τὴν διάνοιαν ἐσαφήνισας, οὕτω καὶ τῆς ἀποστολικῆς ῥήσεως ἐρεύνησον τὸν σκοπόν. Ὄψει γὰρ οὐ τὴν θείαν φύσιν ἥκιστα τυχοῦσαν φειδοῦς, ἀλλὰ τὴν σάρκα τὴν προσηλωθεῖσαν τῷ ξύλῳ· ῥᾴδιον δὲ κἂν τῷ τύπῳ κατιδεῖν τὴν ἀλήθειαν. Δοκεῖ σοι τύπος εἶναι τοῦ Ἀβραὰμ ἡ θυσία τῆς ὑπὲρ τοῦ κόσμου προσενεχθείσης ἱερουργίας; ΕΡΑΝ. Οὐ πάντως· οὐδὲ γὰρ κανόνα ποιοῦμαι δογμάτων τὰ πανηγυρικῶς ἐν ταῖς ἐκκλησίαις λεγόμενα. ΟΡΘ. Μάλιστα μὲν ἐχρῆν τοῖς τῆς ἐκκλησίας διδασκάλοις ἀκολουθεῖν. Ἐπειδὴ δὲ τούτοις ἀντιτείνεις, οὐκ εὖγε ποιῶν, αὐτοῦ γ' οὖν τοῦ σωτῆρος ἄκουσον πρὸς Ἰουδαίους εἰρηκότος· "Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδε, καὶ ἐχάρη·" καὶ σκόπησον ὡς ἡμέραν ὁ κύριος τὸ πάθος προσαγορεύει.

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
