# Eranistes 209

Theodoretus, Eranistes, Page 209. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/209

ΕΡΑΝ. Ἐδεξάμην τὴν δεσποτικὴν μαρτυρίαν, καὶ πιστεύω τῷ τύπῳ. ΟΡΘ. Παράθες τοίνυν τῇ ἀληθείᾳ τὸν τύπον, καὶ ὄψει κἀν τῷ τύπῳ τὸ ἀπαθὲς τῆς θεότητος. Πατὴρ γὰρ κἀνταῦθα κἀκεῖ, καὶ υἱὸς ὡσαύτως ἀγαπητὸς κἀνταῦθα κἀκεῖ, καὶ φέρων ἑκάτερος τῆς θυσίας τὴν ὕλην. Ὁ μὲν γὰρ τὰ ξύλα, ὁ δὲ τὸν σταυρὸν ἐπὶ τῶν ὤμων ἐκόμιζε. Φασὶ δὲ καὶ τὴν τοῦ ὄρους ἀκρωνυχίαν ἱερουργίας ἑκατέρας ἀξιωθῆναι· συμφωνεῖ δὲ καὶ ὁ τῶν ἡμερῶν καὶ τῶν νυκτῶν ἀριθμός, καὶ ἡ μετὰ ταύτας ἀνάστασις. Καὶ γὰρ Ἰσαὰκ τῇ τοῦ πατρὸς προθυμίᾳ κατασφαγεὶς ἐξ ἧσπερ ἡμέρας ὁ μεγαλόδωρος τοῦτο προσέταξε γενέσθαι, τῇ τρίτῃ τυπικῶς ἀνεβίω τῇ τοῦ φιλανθρώπου φωνῇ· ὤφθη δὲ κριὸς ἐξηρτημένος φυτοῦ, καὶ τοῦ σταυροῦ τὴν εἰκόνα δεικνύς, ὃς ἀντὶ τοῦ παιδὸς ὑπέμεινε τὴν σφαγήν. Εἰ δὲ τύπος ταῦτα τῆς ἀληθείας, ἐν δὲ τῷ τύπῳ σφαγὴν οὐχ ὑπέμεινεν ὁ μονογενής, ἀλλὰ κριὸς ἀντεισήχθη καὶ τῷ βωμῷ προσηνέχθη καὶ τῆς ἱερουργίας πεπλήρωκε τὸ μυστήριον, τί δήποτε κἀνταῦθα μὴ τῇ σαρκὶ τὸ πάθος προσνέμετε, καὶ τῆς θεότητος τὴν ἀπάθειαν κηρύττετε; ΕΡΑΝ. Καὶ σὺ τὰ περὶ τοῦ τύπου διηγούμενος τὸν Ἰσαὰκ ἔφης ἀναβιῶναι τῇ θείᾳ φωνῇ. Οὐδὲν τοίνυν ἀπεικὸς ποιοῦμεν, τῷ τύπῳ προσαρμόζοντες τὴν ἀλήθειαν, καὶ τὸν θεὸν λόγον πεπονθέναι καὶ ἀναβιῶναι κηρύττοντες. ΟΡΘ. Πολλάκις ἔφην ὡς οὐχ οἷόν τε τὴν εἰκόνα πάντα ἔχειν, ὅσα τὸ ἀρχέτυπον ἔχει. Τοῦτο δὲ κἀντεῦθεν καταμαθεῖν εὐπετές. Ὁ γὰρ Ἰσαὰκ καὶ ὁ κριὸς κατὰ μὲν τὸ διάφορον τῶν φύσεων τῇ εἰκόνι συμβαίνουσι, κατὰ δὲ τὸ διῃρημένον κεχωρισμένων τῶν ὑποστάσεων οὐκ ἔτι. Θεότητος γὰρ ἡμεῖς καὶ ἀνθρωπότητος τοιαύτην κηρύττομεν ἕνωσιν, ὡς ἐννοεῖν ἓν πρόσωπον ἀδιαίρετον, καὶ τὸν αὐτὸν θεόν τε εἰδέναι καὶ ἄνθρωπον, ὁρώμενον καὶ ἀόρατον, περιγεγραμμένον καὶ ἀπερίγραφον, καὶ τὰ ἄλλα δὲ πάντα, ὅσα τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος ὑπάρχει δηλωτικά, τῷ προσώπῳ τῷ ἑνὶ προσαρμόττομεν. Ἐπειδὴ τοίνυν οὐχ οἷόν τε ἦν ἐν τῷ κριῷ προτυπωθῆναι τὴν ἀναβίωσιν, ἀλόγῳ γε ὄντι καὶ τῆς θείας εἰκόνος ἐστερημένῳ, μερίζονται τοῦ

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
