# Eranistes 210

Theodoretus, Eranistes, Page 210. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/210

τῆς οἰκονομίας μυστηρίου τὸν τύπον, καὶ ὁ μὲν τοῦ θανάτου, ὁ δὲ τῆς ἀναστάσεως δείκνυσι τὴν εἰκόνα. Ταὐτὸ δὲ τοῦτο κἀν ταῖς μωσαϊκαῖς θυσίαις εὑρίσκομεν. Ἔστι γὰρ ἰδεῖν καὶ ἐν ἐκείναις προδιαγραφέντα τοῦ σωτηρίου πάθους τὸν τύπον. ΕΡΑΝ. Καὶ ποία θυσία μωσαϊκὴ σκιογραφεῖ τὴν ἀλήθειαν; ΟΡΘ. Πᾶσα μέν, ὡς ἔπος εἰπεῖν, ἡ παλαιὰ τύπος ἐστὶ τῆς καινῆς. Διά τοι τοῦτο καὶ ὁ θεῖος ἀπόστολος διαρρήδην λέγει· "Σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν·" καὶ πάλιν· "Ταῦτα δὲ πάντα τύποι συνέβαινον ἐκείνοις." Ἐναργέστατα δὲ τοῦ ἀρχετύπου δείκνυσι τὴν εἰκόνα τὸ πρόβατον τὸ ἐν Αἰγύπτῳ τυθέν, καὶ ἡ δάμαλις ἡ πυρρὰ ἡ πόρρω τῆς παρεμβολῆς καιομένη. Ταύτης καὶ ὁ ἀπόστολος ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ μνημονεύσας ἐπήγαγε· "Διὸ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν, ἔξω τῆς πύλης ἔπαθεν." Ἀλλὰ τούτων μὲν ἐπὶ τοῦ παρόντος οὐδὲν ἐρῶ, ἐκείνης δέ γε τῆς θυσίας μνησθήσομαι, ἣ δύο τράγους ἔχει προσφερομένους, καὶ τὸν μὲν ἕνα θυόμενον, τὸν δὲ ἕτερον ἀφιέμενον. Τῶν γὰρ δύο τοῦ σωτῆρος φύσεων οὗτοι προδιαγράφουσι τὴν εἰκόνα, ὁ μὲν ἀφιέμενος τῆς ἀπαθοῦς θεότητος, ὁ δέ γε σφαττόμενος τῆς παθητῆς ἀνθρωπότητος. ΕΡΑΝ. Εἶτα οὔ σοι δοκεῖ βλάσφημον τὸ τράγοις τὸν δεσπότην ἀφομοιοῦν; ΟΡΘ. Τί πλέον ἡγῇ φευκτὸν εἶναι καὶ μυσαρόν, ὄφιν ἢ τράγον; ΕΡΑΝ. Δῆλον ὡς ὄφις ἐστὶ μυσαρός. Λωβᾶται γὰρ τοὺς πελάζοντας, πολλάκις δὲ πημαίνει καὶ τοὺς οὐδὲν ἀδικήσαντας· ὁ δὲ τῶν ἐδωδίμων ἐστὶ καὶ καθαρῶν κατὰ τὸν νόμον. ΟΡΘ. Οὐκοῦν ἄκουσον τοῦ δεσπότου τῷ ὄφει τῷ χαλκῷ τὸ σωτήριον ἀπεικάζοντος πάθος· "Καθὼς ὕψωσε, φησίν, Μωϋσῆς τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου, ἵνα πᾶς ὁ πιστεύων ἐπ' αὐτῷ μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον." Εἰ δὲ χαλκοῦς ὄφις τὸν τοῦ προσηλωθέντος σώματος ἐπλήρωσε τύπον, τί δεδράκαμεν ἀπεικός, τῷ σωτηρίῳ πάθει παραθέντες τὴν τῶν τράγων θυσίαν;

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
