# Eranistes 211

Theodoretus, Eranistes, Page 211. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/211

ΕΡΑΝ. Ὅτι τὸν κύριον ὁ Ἰωάννης ἀμνὸν προσηγόρευσεν, καὶ ὁ Ἡσαΐας ὡσαύτως ἀμνὸν καὶ πρόβατον. ΟΡΘ. Ὁ δέ γε μακάριος Παῦλος ἁμαρτίαν αὐτὸν καὶ κατάραν καλεῖ. Τοιγάρτοι ὡς μὲν κατάρα τοῦ καταράτου ὄφεως τὸν τύπον πληροῖ· ὡς δὲ ἁμαρτία τῆς τῶν τράγων θυσίας δείκνυσι τὴν εἰκόνα. Ὑπὲρ γὰρ ἁμαρτίας, κατὰ τὸν νόμον, οὐκ ἀμνός, ἀλλὰ χίμαρος ἐξ αἰγῶν προσεφέρετο. Διά τοι τοῦτο καὶ ὁ κύριος ἐν τοῖς εὐαγγελίοις ἀμνοῖς μὲν τοὺς δικαίους ἀπείκασεν, ἐρίφοις δὲ τοὺς ἁμαρτωλούς. Ἐπειδὴ τοίνυν ἔμελλεν, οὐχ ὑπὲρ δικαίων μόνον, ἀλλὰ καὶ ὑπὲρ ἁμαρτωλῶν, ὑπομένειν τὸ πάθος, εἰκότως δι' ἀμνῶν καὶ τράγων προδιαγράφει τὴν οἰκείαν ἱερουργίαν. ΕΡΑΝ. Ἀλλὰ τῶν δύο τράγων ὁ τύπος δύο πρόσωπα παρασκευάζει νοεῖν. ΟΡΘ. Οὐχ οἷόν τε ἦν ἐν ἑνὶ τράγῳ ἄμφω κατὰ ταὐτὸν προτυπωθῆναι, καὶ τὸ παθητὸν τῆς ἀνθρωπότητος καὶ τὸ ἀπαθὲς τῆς θεότητος. Ἀναιρεθεὶς γὰρ οὗτος τὴν ζῶσαν οὐκ ἂν ἔδειξε φύσιν. Τούτου δὴ χάριν δύο παρελήφθησαν εἰς τὴν τῶν δύο φύσεων δήλωσιν. Ταὐτὸ δὲ τοῦτο καὶ ἐφ' ἑτέρας θυσίας καταμάθοι τις ἄν. ΕΡΑΝ. Ποίας; ΟΡΘ. Ἔνθα πτηνὰ δύο τῶν καθαρῶν ὁ νομοθέτης διαγορεύει προσφέρεσθαι, καὶ τὸ μὲν θύεσθαι, θάτερον δὲ εἰς τὸ τοῦ τυθέντος αἷμα βαφὲν ἀπολύεσθαι. Καὶ γὰρ ἐνταῦθα ὁρῶμεν τὸν τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος τύπον, τῆς μὲν θυομένης, τῆς δὲ οἰκειουμένης τὸ πάθος. ΕΡΑΝ. Πολλοὺς ἡμῖν προσενήνοχας τύπους. Ἐγὼ δὲ τοὺς αἰνιγματώδεις οὐ προσίεμαι λόγους. ΟΡΘ. Καὶ μὴν ὁ θεῖος ἀπόστολος καὶ τὰς ἱστορίας τύπους εἶναί φησι, καὶ τὴν Ἄγαρ τύπον τῆς παλαιᾶς διαθήκης ἐκάλεσε, καὶ τὴν Σάρραν τῇ ἐπουρανίῳ ἀπείκασεν Ἱερουσαλήμ, καὶ τὸν μὲν Ἰσμαὴλ τύπον ἔφη τοῦ Ἰσραήλ, τὸν Ἰσαὰκ δὲ τοῦ νέου λαοῦ. Κατηγόρησον οὖν καὶ τῆς μεγάλης τοῦ πνεύματος σάλπιγγος, ὅτι πᾶσιν ἡμῖν τοὺς αἰνιγματώδεις προσενήνοχε λόγους.

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
