# Eranistes 212

Theodoretus, Eranistes, Page 212. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/212

ΕΡΑΝ. Κἂν μυρίους μοι πρὸς τούτοις ἑτέρους προσενέγκῃς λόγους, μερίσαι τὸ πάθος οὐ πείσεις. Ἤκουσα γὰρ καὶ τοῦ ἀγγέλου πρὸς τὰς περὶ Μαριὰμ εἰρηκότος· "Δεῦτε, βλέπετε ὅπου ἔκειτο ὁ κύριος." ΟΡΘ. Τοῦτο καὶ ἡμεῖς εἰώθαμεν δρᾶν. Τοῖς γὰρ κοινοῖς ὀνόμασι καὶ τὸ μέρος προσαγορεύομεν. Εἰς γὰρ τοὺς τῶν ἱερῶν ἀποστόλων ἢ προφητῶν ἢ μαρτύρων εἰσιόντες σηκοὺς πυνθανόμεθα, τίς ὁ κείμενος ἐν τῇ λάρνακι; Οἱ δὲ τὸ ἀληθὲς εἰδότες ἀποκρινόμενοι λέγουσιν, ἢ τὸν Θωμᾶν τυχὸν τὸν ἀπόστολον, ἢ τὸν βαπτιστὴν Ἰωάννην, ἢ Στέφανον τῶν μαρτύρων τὸν πρόμαχον, ἢ ἕτερόν τινα τῶν ἁγίων ὀνομαστὶ λέγοντες, καίτοι σμικρῶν ἄγαν ἐνίοτε κειμένων λειψάνων. Ἀλλ' οὐδεὶς τῶν κοινῶν τούτων ὀνομάτων ἀκούων, ἃ καὶ τὴν ψυχὴν ὁμοῦ καὶ τὸ σῶμα δηλοῖ, ἐγκαθεῖρχθαι ταῖς θήκαις καὶ τὰς ψυχὰς ὑπολήψεται· ἀλλ' οἶδεν ὡς τὰ σώματα μόνα ταῖς θήκαις ἢ μικρά γε τῶν σωμάτων ἐγκατάκειται μόρια. Ταὐτὸ δὴ τοῦτο καὶ ὁ ἅγιος ἐκεῖνος πεποίηκεν ἄγγελος τῷ τοῦ προσώπου ὀνόματι τὸ σῶμα προσαγορεύσας. ΕΡΑΝ. Καὶ πόθεν δείξεις, ὡς περὶ τοῦ δεσποτικοῦ σώματος ταῖς γυναιξὶν ὁ ἄγγελος εἴρηκε; ΟΡΘ. Πρῶτον μὲν αὐτὸς ὁ τάφος ἀπόχρη τὸ ζητούμενον λῦσαι. Οὐδὲ γὰρ ψυχὴ παραδίδοται τάφῳ, ἤπου γε θεότητος ἡ ἀπερίγραφος φύσις· τοῖς γὰρ σώμασιν οἱ τάφοι κατασκευάζονται. Ἔπειτα δὲ καὶ ἡ θεία τοῦτο σαφῶς διδάσκει γραφή. Ὁ γὰρ δὴ θεσπέσιος Ματθαῖος τοῦτον ἱστορεῖ τὸν τρόπον· "Ὀψίας γενομένης, ἦλθεν ἄνθρωπος πλούσιος ἀπὸ Ἀριμαθίας, τοὔνομα Ἰωσήφ, ὃς καὶ αὐτὸς ἐμαθήτευσε τῷ Ἰησοῦ. Οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. Τότε ὁ Πιλᾶτος ἐκέλευσεν ἀποδοθῆναι τὸ σῶμα. Καὶ λαβὼν τὸ σῶμα ὁ Ἰωσὴφ ἐνετύλιξεν αὐτὸ σινδόνι καθαρᾷ, καὶ ἔθηκεν αὐτὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ, ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ, καὶ προσκυλίσας λίθον μέγαν τῇ θύρᾳ τοῦ μνημείου ἀπῆλθε." Βλέπε ποσάκις τοῦ σώματος ἐμνημόνευσεν, ἵνα τῶν τὴν θεότητα βλασφημούντων ἐμφράξῃ τὰ στόματα. Τοῦτο καὶ ὁ τρισμακάριος πεποίηκε Μάρκος· ἐρῶ δὲ καὶ ἅπερ οὗτος ἱστόρησεν. "Ὀψίας, γάρ φησι, γενομένης, ἐπεὶ ἦν παρασκευή, ὅ ἐστι προσάββατον, ἐλθὼν Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθίας εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
