# Eranistes 214

Theodoretus, Eranistes, Page 214. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/214

ἀπόστολος τοῦ δεσποτικοῦ μνημονεύσας θανάτου. "Παρέδωκα, γάρ φησιν, ὑμῖν ἐν πρώτοις, ὃ καὶ παρέλαβον, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς, καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς γραφάς," καὶ τὰ ἑξῆς. ΕΡΑΝ. Ἐν οἷς ἀνέγνως ἀρτίως, οὐ σώματος ἐμνημόνευσεν ὁ ἀπόστολος, ἀλλὰ τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ. Κατὰ σαυτοῦ τοίνυν τὴν μαρτυρίαν παρήγαγες, καὶ σαυτὸν τοῖς σοῖς ἔβαλες βέλεσιν. ΟΡΘ. Ἐπελήσθης, ὡς ἔοικεν, ὅτι τάχιστα τῶν μακρῶν ἐκείνων ὧν διεξῆλθον λόγων, δεικνὺς ὅτι πολλάκις τοῖς τῶν προσώπων ὀνόμασι καὶ τὸ σῶμα προσαγορεύουσι. Ταὐτὸ δὲ τοῦτο καὶ νῦν δέδρακεν ὁ θεῖος ἀπόστολος, καὶ τοῦτο αὐτόθεν ῥᾴδιον διαγνῶναι. Σκοπήσωμεν δὲ ὡδί. Τοῦ δὴ χάριν ταῦτα γέγραφε Κορινθίοις ὁ θεσπέσιος οὗτος ἀνήρ; ΕΡΑΝ. Τινὲς αὐτοὺς ἐξηπάτησαν, ὡς οὐκ ἔσται σωμάτων ἀνάστασις. Τοῦτο τοίνυν μαθὼν ὁ τῆς οἰκουμένης διδάσκαλος, τοὺς περὶ τῆς τῶν σωμάτων ἀναστάσεως αὐτοῖς προσενήνοχε λόγους. ΟΡΘ. Καὶ τί δήποτε, δεῖξαι βουλόμενος τὴν τῶν σωμάτων ἀνάστασιν, τὴν δεσποτικὴν ἀνάστασιν εἰς μέσον παρήγαγεν; ΕΡΑΝ. Ὡς ἱκανὴν δηλῶσαι τὴν πάντων ἡμῶν ἀνάστασιν. ΟΡΘ. Τί γὰρ ἐοικὸς ἔχει τῷ θανάτῳ τῶν ἄλλων, ἵνα τῇ ἀναστάσει τεκμηριώσῃ τὴν πάντων ἀνάστασιν; ΕΡΑΝ. Τούτου χάριν ἐνηνθρώπησεν ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ, καὶ πέπονθε, καὶ θανάτου πεῖραν ἔλαβεν, ἵνα καταλύσῃ τὸν θάνατον. Ἀναστὰς τοιγαροῦν διὰ τῆς οἰκείας ἀναστάσεως κηρύττει τὴν πάντων ἀνθρώπων ἀνάστασιν. ΟΡΘ. Καὶ τίς ἂν πιστεύσειεν ἀνάστασιν ἀκούων θεοῦ ταύτῃ παραπλησίως καὶ τὴν πάντων ἀνθρώπων ἀνάστασιν ἔσεσθαι; Οὐκ ἐᾷ γὰρ πιστεύειν τῷ λόγῳ τῆς ἀναστάσεως τῶν φύσεων τὸ ἀνόμοιον. Ὁ μὲν γὰρ θεός, οἱ δὲ ἄνθρωποι· πλεῖστον δὲ ὅσον θεοῦ καὶ ἀνθρώπων τὸ μέσον· οἱ μὲν γὰρ θνητοὶ καὶ ἐπίκηροι, καὶ χόρτῳ καὶ ἄνθει ἀπεικασμένοι· ὁ δὲ παντοδύναμος. ΕΡΑΝ. Ἀλλὰ σῶμα εἶχεν ἐνανθρωπήσας ὁ θεὸς λόγος, καὶ διὰ τούτου τὴν πρὸς τοὺς ἀνθρώπους ἔδειξεν ὁμοιότητα.

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
