# Eranistes 215

Theodoretus, Eranistes, Page 215. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/215

ΟΡΘ. Τοῦ σώματος οὖν ἄρα ὅλως τό τε πάθος καὶ ὁ θάνατος καὶ ἡ ἀνάστασις, καὶ τοῦτο δεικνὺς ἑτέρωθεν ὁ θεῖος ἀπόστολος ὑπισχνεῖται πᾶσι τὴν ἀναβίωσιν, καὶ τοῖς τῇ μὲν τοῦ σωτῆρος ἀναστάσει πιστεύουσι, τὴν δὲ κοινὴν πάντων ἀνάστασιν μῦθον ὑπολαμβάνουσι, κέκραγε λέγων· "Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσί τινες ἐν ὑμῖν, ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν; Εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ Χριστὸς ἐγήγερται· εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, ματαία ἡ πίστις ὑμῶν, ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν." Καὶ ἀπὸ μὲν τοῦ γεγενημένου τὸ ἐσόμενον βεβαιοῖ· ἀπὸ δὲ τοῦ ἀπιστουμένου ἐκβάλλει τὸ πιστευόμενον. Εἰ γὰρ ἐκεῖνο, φησίν, ὑμῖν ἀδύνατον καταφαίνεται, καὶ τοῦτο δήπου ψευδές. Εἰ δὲ τοῦτό γε ἀληθὲς καὶ πιστὸν εἶναι δοκεῖ, κἀκεῖνο ὡσαύτως δοκείτω εἶναι πιστόν. Σώματος γὰρ ἀνάστασις κἀνταῦθα κηρύττεται, καὶ ἀπαρχὴ τοῦτό γε ἐκείνων προσαγορεύεται. Τοῦτο γὰρ μετὰ τοὺς πάλαι πολλοὺς συλλογισμοὺς ἀποφαντικῶς εἴρηκεν. "Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο. Ἐπειδὴ γὰρ δι' ἀνθρώπου ὁ θάνατος, καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν. Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν, οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται." Καὶ οὐ μόνον τὸν περὶ τῆς ἀναστάσεως ἐβεβαίωσε λόγον, ἀλλὰ καὶ τὸ τῆς οἰκονομίας μυστήριον ἀπεκάλυψε. Ταύτῃ τοι καὶ ἄνθρωπον τὸν Χριστὸν προσηγόρευσεν, ἵνα δείξῃ τὴν θεραπείαν τῇ νόσῳ κατάλληλον. ΕΡΑΝ. Ἄνθρωπος οὖν μόνον ἐστὶν ὁ Χριστός; ΟΡΘ. Ἄπαγε· τοὐναντίον γὰρ πολλάκις εἰρήκαμεν, ὡς οὐ μόνον ἄνθρωπός ἐστιν, ἀλλὰ καὶ θεὸς προαιώνιος. Πέπονθε δὲ ὡς ἄνθρωπος, οὐχ ὡς θεός. Καὶ τοῦτο σαφῶς ἡμᾶς ἐδίδαξεν ὁ θεῖος ἀπόστολος εἰρηκώς· "Ἐπειδὴ γὰρ δι' ἀνθρώπου ὁ θάνατος, καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν." Καὶ Θεσσαλονικεῦσι δὲ γράφων ἀπὸ τῆς τοῦ σωτῆρος ἡμῶν ἀναστάσεως βεβαιοῖ τὸν περὶ τῆς κοινῆς ἀναστάσεως λόγον. "Εἰ γὰρ πιστεύομεν, φησίν, ὅτι Ἰησοῦς ἀπέθανε καὶ ἀνέστη, οὕτως καὶ ὁ θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ." ΕΡΑΝ. Ἔδειξε μὲν ὁ ἀπόστολος τὴν κοινὴν ἀνάστασιν διὰ τῆς

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
