# Eranistes 217

Theodoretus, Eranistes, Page 217. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/217

ΟΡΘ. Πάντολμον μὲν οὖν καὶ μάλα θρασὺ τὸ ἐγχείρημα. Ἐξετάσωμεν δὲ ὧδέ πη τὸν λόγον. Τὸν θεὸν λόγον ἐκ τοῦ θεοῦ καὶ πατρὸς εἶναι ἡ θεία λέγει γραφή. ΕΡΑΝ. Ἀληθῆ λέγεις. ΟΡΘ. Καὶ μέντοι καὶ τὸ πνεῦμα τὸ ἅγιον ὡσαύτως ἐκ τοῦ θεοῦ εἶναι διδάσκει. ΕΡΑΝ. Ὡμολόγηται. ΟΡΘ. Ἀλλὰ τὸν μὲν θεὸν λόγον υἱὸν ὀνομάζει μονογενῆ. ΕΡΑΝ. Οὕτως ὀνομάζει. ΟΡΘ. Τὸ δὲ πνεῦμα τὸ ἅγιον υἱὸν οὐδαμοῦ προσηγόρευσεν. ΕΡΑΝ. Οὐ δῆτα. ΟΡΘ. Καίτοι ἐκ τοῦ θεοῦ καὶ πατρὸς καὶ τοῦτο ἔχει τὴν ὕπαρξιν. ΕΡΑΝ. Ἀληθές. ΟΡΘ. Ἐπειδὴ τοίνυν συνομολογοῦμεν ἐκ τοῦ θεοῦ καὶ πατρὸς εἶναι καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα, τολμήσαις ἄν ποτε υἱὸν ὀνομάσαι τὸ πανάγιον πνεῦμα; ΕΡΑΝ. Οὐδαμῶς. ΟΡΘ. Διατί; ΕΡΑΝ. Ἐπειδήπερ οὐχ εὑρίσκω τόδε τὸ ὄνομα παρὰ τῇ θείᾳ γραφῇ. ΟΡΘ. Ἀλλὰ γεγεννημένον; ΕΡΑΝ. Οὐδὲ τοῦτο. ΟΡΘ. Τοῦ δὴ χάριν; ΕΡΑΝ. Οὐκ ἐδιδάχθην οὐδὲ τοῦτο παρὰ τῆς θείας γραφῆς. ΟΡΘ. Τὸ δὲ μὴ γεγεννημένον μήτ' αὖ ἐκτισμένον ποίας ἂν εἰκότως τύχοι προσηγορίας; ΕΡΑΝ. Ἄκτιστον αὐτὸ καὶ ἀγέννητον ὀνομάζομεν. ΟΡΘ. Τὸ δὲ πανάγιον πνεῦμα οὔτε ἐκτίσθαι οὔτε μὴν γεγεννῆσθαί φαμεν. ΕΡΑΝ. Οὐδαμῶς. ΟΡΘ. Καλέσαι οὖν ἀγέννητον θαρσήσαις ἂν τὸ πανάγιον πνεῦμα; ΕΡΑΝ. Οὐ δῆτα. ΟΡΘ. Καὶ τί δήποτε μὴ καλεῖς ἀγέννητον τὸ φύσει μὲν ἄκτιστον, μηδαμῶς δὲ γεγεννημένον; ΕΡΑΝ. Ὅτι τοῦτο οὐ μεμάθηκα παρὰ τῆς θείας γραφῆς, καὶ σφόδρα δειμαίνω λέγειν τὰ παρ' ἐκείνης σεσιγημένα.

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
