# Eranistes 219

Theodoretus, Eranistes, Page 219. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/219

ΕΡΑΝ. Τί οὖν φαμεν καὶ τὰς ἀοράτους δυνάμεις καὶ τὰς τῶν ἀνθρώπων ψυχὰς καὶ αὐτούς γε τοὺς δαίμονας ἀθανάτους; ΟΡΘ. Φαμέν· ἀλλὰ κυρίως ἀθάνατος ὁ θεός· οὐσίᾳ γὰρ ἀθάνατος, οὐ μετουσίᾳ· οὐ γὰρ παρ' ἑτέρου τὴν ἀθανασίαν ἔχει λαβών. Τοῖς δέ γε ἀγγέλοις καὶ τοῖς ἄλλοις, ὧν ἀρτίως ἐμνήσθης, αὐτὸς τὴν ἀθανασίαν δεδώρηται. Εἰ τοίνυν ἀθάνατον αὐτὸν ὁ θεσπέσιος ὀνομάζει Παῦλος, καὶ μόνον τὴν ἀθανασίαν ἔχειν φησίν, πῶς αὐτῷ τὸ τοῦ θανάτου προσαρμόζετε πάθος; ΕΡΑΝ. Μετὰ τὴν σάρκωσιν αὐτὸν γεύσασθαι θανάτου φαμέν. ΟΡΘ. Ἀλλ' ἄτρεπτον αὐτὸν πολλάκις ὡμολογήσαμεν. Εἰ δὲ ἀθάνατος πρότερον ὢν ὕστερον διὰ σαρκὸς ὑπέμεινε θάνατον, εἰ τοῦτό τις δέξαιτο, πῶς ἂν πιστεύσειε τῷ Δαβὶδ λέγοντι πρὸς αὐτόν· "Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι;" κατὰ γὰρ τὸν ὑμέτερον λόγον οὐκ ἔμεινεν. Ὁ αὐτὸς ἀθάνατος γὰρ ὢν διὰ σαρκὸς ὑπέμεινε θάνατον, τροπῆς ἡγησαμένης ὑπέμεινε θάνατον, ἐξέλιπε δὲ αὐτοῦ καὶ ἡ ζωὴ τρεῖς ἡμέρας καὶ ἰσαρίθμους νύκτας, καὶ ποίαν τὸ ταῦτα λέγειν ἀσεβείας ὑπερβολὴν καταλείπει; Οἶμαι γὰρ οὐδὲ τοῖς κατὰ τῆς ἀσεβείας ἀγωνιζομένοις τὸ ταῦτα διὰ τῆς γλώττης προφέρειν ἀκίνδυνον. ΕΡΑΝ. Παῦσαι δυσσεβείας ἡμᾶς γραφόμενος. Οὐδὲ γὰρ ἡμεῖς τὴν θείαν φύσιν πεπονθέναι φαμέν, ἀλλὰ τὴν ἀνθρωπείαν· τὴν δέ γε θείαν συμπεπονθέναι τῷ σώματι. ΟΡΘ. Τὸ συμπεπονθέναι πῶς λέγεις; ὡς τῶν ἥλων ἐμπηγνυμένων τῷ σώματι τὴν θείαν φύσιν τῆς ἀλγηδόνος τὴν αἴσθησιν δέξασθαι; ΕΡΑΝ. Ναιχί. ΟΡΘ. Καὶ νῦν καὶ ἐν τοῖς ἔμπροσθεν ἐξετασμένοις ἐδείξαμεν οὐδὲ τὴν ψυχὴν πάντων μεταλαγχάνουσαν τῶν τοῦ σώματος· ἀλλὰ τὸ σῶμα τὴν ζωτικὴν δύναμιν δεχόμενον διὰ τῆς ψυχῆς τὴν αἴσθησιν ἔχειν τῶν παθημάτων. Εἰ δὲ καὶ συγχωρήσαιμεν τὴν ψυχὴν τῷ σώματι συναλγεῖν, οὐδὲν ἧττον ἀπαθῆ τὴν θείαν φύσιν εὑρήσομεν. Οὐ γὰρ ἀντὶ ψυχῆς συνήφθη τῷ σώματι. Ἢ οὐ συνομολογεῖς αὐτὸν ἀνειληφέναι ψυχήν;

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
