# Eranistes 221

Theodoretus, Eranistes, Page 221. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/221

ΟΡΘ. Ἐν ἐκείνῳ τῷ χωρίῳ περὶ τοῦ ἄρτου τῆς ζωῆς πολλοὺς λόγους διεξελθὼν ἐπήγαγε καὶ ταῦτα· "Ὁ δὲ ἄρτος ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστιν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς." Καὶ ἔστιν ἰδεῖν ἐν τοῖς λόγοις καὶ τὴν τῆς θεότητος φιλοτιμίαν καὶ τὴν δωρεὰν τῆς σαρκός. ΕΡΑΝ. Οὐκ ἀπόχρη μαρτυρία μία τὴν ἀμφισβήτησιν λῦσαι. ΟΡΘ. Ὁ Αἰθίοψ εὐνοῦχος οὐ πολλὰς ἀνέγνω γραφάς, ἀλλὰ μίαν εὑρὼν προφητικὴν μαρτυρίαν δι' ἐκείνης ἐποδηγήθη πρὸς σωτηρίαν. Ὑμᾶς δὲ οὐχ ἱκανοὶ πεῖσαι πάντες ἀπόστολοι καὶ προφῆται, καὶ οἱ μετ' ἐκείνους τῆς ἀληθείας γενόμενοι κήρυκες. Ἀλλ' ὅμως καὶ ἑτέρας σοι περὶ τοῦ δεσποτικοῦ σώματος μαρτυρίας προσοίσω. Οἶσθα τῆς εὐαγγελικῆς ἱστορίας ἐκεῖνό γε τὸ χωρίον, ἔνθα τὸ πάσχα φαγὼν μετὰ τῶν μαθητῶν ἔδειξε μὲν τοῦ τυπικοῦ προβάτου τὸ τέλος, ἐδίδαξε δὲ τῆς σκιᾶς ἐκείνης ποῖον ὑπάρχει σῶμα. ΕΡΑΝ. Οἶδα τήνδε τὴν ἱστορίαν. ΟΡΘ. Οὐκοῦν ἀναμνήσθητι, τί μὲν ὁ κύριος λαβὼν ἔκλασε, τί δὲ τὸ ληφθὲν προσαγορεύσας εἴρηκεν. ΕΡΑΝ. Τῶν ἀμυήτων ἕνεκα μυστικώτερον λέξω. Λαβὼν καὶ κλάσας καὶ τοῖς μαθηταῖς διανείμας ἔφη· "Τοῦτό μού ἐστι τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν διδόμενον," ἢ "κλώμενον," κατὰ τὸν ἀπόστολον· καὶ πάλιν· "Τοῦτό μού ἐστι τὸ αἷμα τὸ τῆς καινῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυνόμενον." ΟΡΘ. Οὐ τοίνυν θεότητος ἐμνημόνευσε τοῦ πάθους τὸν τύπον ἐπιδεικνύς; ΕΡΑΝ. Οὐ δῆτα. ΟΡΘ. Ἀλλὰ σώματός γε καὶ αἵματος; ΕΡΑΝ. Ἀληθές. ΟΡΘ. Σῶμα ἄρα τῷ σταυρῷ προσηλώθη; ΕΡΑΝ. Ἔοικεν. ΟΡΘ. Ἄταρ δὴ τόδε προσεξετάσωμεν. Ἡνίκα μετὰ τὴν ἀνάστασιν τῶν θυρῶν κεκλεισμένων πρὸς τοὺς ἁγίους ὁ δεσπότης εἰσελήλυθε μαθητάς, καὶ δείσαντας ἐθεάσατο, τίνι τρόπῳ τὸ δέος ἔλυσε, καὶ πίστιν ἀντὶ τοῦ δέους ἐνέθηκεν;

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
