# Eranistes 222

Theodoretus, Eranistes, Page 222. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/222

ΕΡΑΝ. Εἶπεν αὐτοῖς· "Βλέπετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι· ψηλαφήσατέ με, καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα." ΟΡΘ. Τὸ σῶμα τοίνυν αὐτοῖς ἀπιστοῦσιν ἐπέδειξεν; ΕΡΑΝ. Δῆλον. ΟΡΘ. Τὸ σῶμα τοιγαροῦν ἐγήγερται; ΕΡΑΝ. Φαίνεται. ΟΡΘ. Ὃ δὲ ἀνέστη, τοῦτο δήπου καὶ ἐτεθνήκει; ΕΡΑΝ. Ἔοικεν. ΟΡΘ. Ὃ δέ γε ἐτεθνήκει, τοῦτο τῷ σταυρῷ προσηλώθη; ΕΡΑΝ. Ἀνάγκη. ΟΡΘ. Τὸ σῶμα ἄρα πέπονθε κατὰ τὸν σόν γε λόγον. ΕΡΑΝ. Τοῦτο φάναι βιάζεται ὁ τῶν λόγων εἱρμός. ΟΡΘ. Σκοπήσωμεν δὲ καὶ ὡδί. Ἐγὼ δὲ πάλιν ἐρήσομαι, σὺ δὲ φιλαλήθως ἀπόκριναι. ΕΡΑΝ. Ἀποκρινοῦμαι. ΟΡΘ. Ὁπηνίκα τὸ πανάγιον τοῖς ἀποστόλοις ἐπεφοίτησε πνεῦμα, καὶ τὸ παράδοξον θέαμά τε καὶ ἄκουσμα πολλὰς ἀνθρώπων παρὰ τὸ δωμάτιον ἐκεῖνο μυριάδας συνήθροισε, τίνα τῶν ἀποστόλων ὁ πρῶτος τηνικαῦτα δημηγορῶν περὶ τῆς δεσποτικῆς εἴρηκεν ἀναστάσεως. ΕΡΑΝ. Τὸν θεσπέσιον Δαβὶδ εἰς μέσον παρήγαγεν, ἔφη τε αὐτὸν ὑποσχέσεις παρὰ τοῦ θεοῦ τῶν ὅλων δεξάμενον, ὡς ὁ δεσπότης Χριστὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ βλαστήσει· καὶ ταύταις πεπιστευκότα, προϊδεῖν τε προφητικῶς αὐτοῦ τὴν ἀνάστασιν, καὶ διαρρήδην εἰπεῖν, ὡς οὐκ ἐγκατελείφθη εἰς ᾅδου ἡ ψυχὴ αὐτοῦ, οὐδὲ ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν. ΟΡΘ. Τούτων τοιγαροῦν ἡ ἀνάστασις. ΕΡΑΝ. Καὶ πῶς ἄν τις τῆς οὐ τεθνηκυίας ψυχῆς ἀνάστασιν εἴποι γε σωφρονῶν; ΟΡΘ. Οἱ τῆς ἀτρέπτου καὶ ἀπεριγράφου θεότητος καὶ τὸ πάθος καὶ τὸν θάνατον καὶ τὴν ἀνάστασιν εἶναι λέγοντες, πῶς ἡμῖν ἐξαίφνης ἀνεφάνητε σώφρονες, ὡς παραιτεῖσθαι καὶ τῇ ψυχῇ προσάπτειν τὸ τῆς ἀναστάσεως ὄνομα;

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
