# Eranistes 223

Theodoretus, Eranistes, Page 223. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/223

ΕΡΑΝ. Ὅτι τῷ πεπτωκότι πρόσφορον τὸ τῆς ἀναστάσεως πρόσρημα. ΟΡΘ. Ἀλλ' οὐ δίχα ψυχῆς τὸ σῶμα τυγχάνει τῆς ἀναστάσεως, νεουργούμενον δὲ τῷ θείῳ βουλήματι, καὶ τῇ ὁμόζυγι συναπτόμενον, ἀπολαμβάνει τὸ ζῆν. Ἢ οὐχ οὕτω τὸν Λάζαρον ὁ δεσπότης ἀνέστησεν; ΕΡΑΝ. Δῆλον ὡς οὐ σῶμα μόνον ἀνίσταται. ΟΡΘ. Σαφέστερον ταῦτα διδάσκει ὁ θεῖος Ἰεζεκιήλ. Ἐπιδείκνυσι γὰρ ὅπως τε συνελθεῖν τὰ ὀστέα προσέταξεν ὁ θεός, καὶ ὅπως τούτων ἕκαστον τὴν οἰκείαν ἀπέλαβεν ἁρμονίαν, καὶ ἔφυσε νεῦρα καὶ φλέβας καὶ ἀρτηρίας, καὶ τὰς μεταξὺ τούτων ὑπεστρωμένας σάρκας, καὶ τὸ δέρμα τούτων ἁπάντων τὸ κάλυμμα, καὶ τότε τὰς ψυχὰς ἐπανελθεῖν πρὸς τὰ οἰκεῖα παρηγγύησε σώματα. ΕΡΑΝ. Ἀληθῆ ταῦτα. ΟΡΘ. Τὸ μέντοι κυριακὸν σῶμα ταύτην οὐχ ὑπέμεινε τὴν διαφθοράν, ἀλλ' ἀκήρατον διαμεῖναν ἀπέλαβε τῇ τρίτῃ ἡμέρᾳ τὴν οἰκείαν ψυχήν. ΕΡΑΝ. Ὡμολόγηται. ΟΡΘ. Τοιγάρτοι τούτων τὸ πάθος, ὧν καὶ ὁ θάνατος; ΕΡΑΝ. Πάνυγε. ΟΡΘ. Ὧν δὲ ὁ θάνατος, τούτων ἄρα καὶ ἡ ἀνάστασις; ΕΡΑΝ. Ἀνάγκη. ΟΡΘ. Τῆς δέ γε ἀναστάσεως μνημονεύσας ὁ μέγας Πέτρος, καὶ μὴν δὴ καὶ ὁ θεῖος Δαβίδ, τὴν μὲν ψυχὴν ἔφασαν μὴ ἐγκαταλειφθῆναι εἰς ᾅδου, τὸ δὲ σῶμα μὴ ὑπομεῖναι διαφθοράν; ΕΡΑΝ. Οὕτως ἔφασαν. ΟΡΘ. Οὐκ ἄρα ἡ θεότης ὑπέμεινε θάνατον, ἀλλὰ τὸ σῶμα τῷ χωρισμῷ τῆς ψυχῆς. ΕΡΑΝ. Τῶν ἀτόπων τούτων λόγων ἐγώ γε οὐκ ἀνέξομαι. ΟΡΘ. Τοῖς οἰκείοις οὖν διαμάχῃ λόγοις· σοὶ γὰρ οὗτοί γε, οὓς ἀτόπους ὠνόμασας. ΕΡΑΝ. Συκοφαντεῖς με ὅλως γε· τῶνδε γὰρ τῶν λόγων οὐδεὶς ἐμός.

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
