# Eranistes 224

Theodoretus, Eranistes, Page 224. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/224

ΟΡΘ. Ὅταν, τινὸς ἐρωτῶντος ποῖόν ἐστι τὸ ζῷον τὸ λογικὸν ὁμοῦ καὶ θνητόν, ἀποκρίναιτό τις καὶ εἴποι, ἄνθρωπος, τίνα ἂν καλέσαις ἑρμηνέα τοῦ λόγου, τὸν ἐρόμενον ἢ τὸν ἀποκρινόμενον; ΕΡΑΝ. Τὸν ἀποκρινόμενον. ΟΡΘ. Εἰκότως ἄρα ἔφην σοὺς εἶναι τούσδε τοὺς λόγους· σὺ γὰρ δήπουθεν ἀποκρινόμενος καὶ τὰ μὲν ἀπαγορεύων, τὰ δὲ συνομολογῶν, ἐβεβαίους τοὺς λόγους. ΕΡΑΝ. Οὐκοῦν ἀποκρινοῦμαι μὲν οὐδαμῶς, ἐρήσομαι δὲ μόνον· σὺ δὲ ἀποκρίνου μοι. ΟΡΘ. Ἀποκρινοῦμαι. ΕΡΑΝ. Τί δήποτε πρὸς τὴν ἀποστολικὴν φὴς ῥῆσιν ἐκείνην· "Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν;" Ἐνταῦθα γὰρ οὔτε σώματος οὔτε ψυχῆς ἐμνημόνευσεν. ΟΡΘ. Οὐκοῦν οὐδὲ τὸ σαρκὶ προσθετέον ἐνταῦθα, τοῦτο δὴ τὸ ὑμέτερον τὸ κατὰ τῆς τοῦ λόγου θεότητος ἐξευρεθὲν ὑμῖν μηχάνημα· ἀλλὰ γυμνῇ τῇ τοῦ λόγου θεότητι προσαπτέον τὸ πάθος. ΕΡΑΝ. Οὐδαμῶς· σαρκὶ γὰρ πέπονθεν· ἡ δὲ ἀσώματος φύσις αὐτὴ καθ' αὑτὴν παθεῖν οὐχ οἵα τε ἦν. ΟΡΘ. Ἀλλ' οὐδὲν προσήκει τοῖς ἀποστολικοῖς προσθεῖναι ῥητοῖς. ΕΡΑΝ. Οὐδὲν ἄτοπον τὸν ἀποστολικὸν εἰδότα σκοπὸν τὸ ἐλλεῖπον προσθεῖναι. ΟΡΘ. Προσθεῖναι μέντοι τοῖς θείοις μανικόν ἐστι καὶ θρασύ· ἀναπτύσσειν δὲ τὰ γεγραμμένα καὶ τὴν κεκρυμμένην ἀποκαλύπτειν διάνοιαν ὅσιόν τε καὶ εὐαγές. ΕΡΑΝ. Ὀρθῶς ἔφης. ΟΡΘ. Οὐδὲν οὖν ἀπεικὸς οὐδὲ ἀνόσιον δρῴημεν ἂν καὶ ἡμεῖς ἐρευνῶντες τῶν γεγραμμένων τὸν νοῦν. ΕΡΑΝ. Οὐ δῆτα. ΟΡΘ. Κοινῇ τοίνυν τὸ δοκοῦν κεκρύφθαι ζητήσωμεν. ΕΡΑΝ. Πάνυγε. ΟΡΘ. Ἀδελφὸν τοῦ κυρίου τὸν θεῖον Ἰάκωβον ὁ μέγας προσηγόρευσε Παῦλος. ΕΡΑΝ. Ἀληθές.

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
