# Eranistes 225

Theodoretus, Eranistes, Page 225. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/225

ΟΡΘ. Πῶς τοίνυν αὐτὸν νοήσομεν ἀδελφόν; πότερον τῇ τῆς θεότητος ἢ τῇ τῆς ἀνθρωπότητος ἀγχιστείᾳ; ΕΡΑΝ. Τὰς ἡνωμένας φύσεις διελεῖν οὐκ ἀνέξομαι. ΟΡΘ. Καὶ μὴν πολλάκις διεῖλες ἐν τοῖς ἔμπροσθεν ἐξητασμένοις. Ταὐτὸ δὲ τοῦτο δράσεις καὶ νῦν. Εἰπὲ γάρ μοι, μονογενῆ τὸν θεὸν λόγον λέγεις υἱόν; ΕΡΑΝ. Οὕτω λέγω. ΟΡΘ. Ὁ δὲ μονογενὴς τὸν μόνον υἱὸν δηλοῖ; ΕΡΑΝ. Πάνυγε. ΟΡΘ. Ἥκιστα δὲ ἀδελφὸν ὁ μονογενὴς ἔχει; ΕΡΑΝ. Οὐδαμῶς ἔχει· οὐ γὰρ ἂν ἀδελφὸν ἔχων κληθείη μονογενής. ΟΡΘ. Ψευδῶς ἄρα κεκλήκασι τὸν Ἰάκωβον ἀδελφὸν τοῦ κυρίου. Μονογενὴς γὰρ ὁ κύριος, ἥκιστα δὲ ἀδελφὸν ὁ μονογενὴς ἔχει. ΕΡΑΝ. Ἀλλ' οὐκ ἀσώματος ὁ κύριος, ἵνα μόνα τὰ τῇ θεότητι προσήκοντά φασι τῆς ἀληθείας οἱ κήρυκες. ΟΡΘ. Πῶς ἂν οὖν δείξαις ἀληθῆ τοῦ ἀποστόλου τὸν λόγον; ΕΡΑΝ. Λέγων ὅτι κατὰ σάρκα οὗτος τῆς δεσποτικῆς συγγενείας μετεῖχεν. ΟΡΘ. Ἰδοὺ πάλιν ἡμῖν εἰσήγαγες τὴν παρ' ὑμῶν κατηγορουμένην διαίρεσιν. ΕΡΑΝ. Οὐκ ἦν ἑτέρως τὴν συγγένειαν δεῖξαι. ΟΡΘ. Μὴ τοίνυν κατηγόρει τῶν ἑτέρως τὰ τοιαῦτα διαλύειν μὴ δυναμένων. ΕΡΑΝ. Εἰς ἕτερα τὸν λόγον ἀπάγεις ἐκκλῖναι θέλων τὸ πρόβλημα. ΟΡΘ. Οὐδαμῶς, ὦ ἀγαθέ· διὰ γὰρ δὴ τῶν ἐξητασμένων κἀκεῖνο λυθήσεται· καὶ σκόπησον οὑτωσί. Τοῦ κυρίου ἀδελφὸν τὸν Ἰάκωβον ἀκούσας, οὐ τῇ θεότητι προσήκειν, ἀλλὰ τῇ σαρκὶ τὴν συγγένειαν εἴρηκας; ΕΡΑΝ. Οὕτως ἔφην. ΟΡΘ. Κἀνταῦθα τοίνυν τοῦ σταυροῦ τὸ πάθος ἀκούσας, τῇ σαρκὶ τοῦτο προσάρμοσον. ΕΡΑΝ. Ὁ ἀπόστολος Παῦλος κύριον τῆς δόξης τὸν ἐσταυρωμένον ἐκάλεσεν.

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
