# Eranistes 228

Theodoretus, Eranistes, Page 228. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/228

δεῖ πιστεύειν εἰς τὸν πατέρα διδάξαντες, καὶ εἰς τὸ τοῦ υἱοῦ πρόσωπον μεταβάντες, οὐκ εἶπον εὐθύς, καὶ εἰς τὸν υἱὸν τοῦ θεοῦ· καίτοι λίαν ἀκόλουθον ἦν, τὰ περὶ τοῦ θεοῦ καὶ πατρὸς εἰρηκότας, εὐθὺς καὶ τὴν τοῦ υἱοῦ θεῖναι προσηγορίαν· ἀλλ' ἠβουλήθησαν ὁμοῦ καὶ τὸν τῆς θεολογίας καὶ τὸν τῆς οἰκονομίας ἡμῖν παραδοῦναι λόγον, ἵνα μὴ ἄλλο μὲν τὸ τῆς θεότητος, ἄλλο δὲ τὸ τῆς ἀνθρωπότητος πρόσωπον νομισθῇ. Τούτου δὴ χάριν τοῖς περὶ τοῦ πατρὸς εἰρημένοις ἐπήγαγον, ὡς χρὴ πιστεύειν καὶ εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ. Χριστὸς δὲ μετὰ τὴν ἐνανθρώπησιν ὁ θεὸς λόγος ἐκλήθη. Τοῦτο τοίνυν τὸ ὄνομα πάντα δέχεται, καὶ ὅσα τῆς θεότητος, καὶ ὅσα τῆς ἀνθρωπότητος ἴδια. Ἐπιγινώσκομεν δὲ ὅμως, τίνα μὲν ταύτης, τίνα δὲ ἐκείνης τῆς φύσεως· καὶ τοῦτο καὶ ἐξ αὐτοῦ τοῦ συμβόλου τῆς πίστεως καταμαθεῖν εὐπετές. Τίνι γάρ, εἰπέ μοι, προσαρμόττεις τό, ἐκ τῆς οὐσίας τοῦ πατρός; τῇ θεότητι ἢ τῇ ἐκ σπέρματος Δαβὶδ διαπλασθείσῃ φύσει; ΕΡΑΝ. Δῆλον ὡς τῇ θεότητι. ΟΡΘ. Τὸ δέ, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, τίνος ἴδιον εἶναι φής; τῆς θεότητος ἢ τῆς ἀνθρωπότητος; ΕΡΑΝ. Τῆς θεότητος. ΟΡΘ. Οὐκοῦν καὶ τῷ πατρὶ ὁμοούσιος οὐχ ἡ σάρξ, οὐδέ γε ἡ ψυχή· κτισταὶ γὰρ αὗται· ἀλλ' ἡ θεότης, ἡ τὰ πάντα τεκτηναμένη; ΕΡΑΝ. Ἀληθές. ΟΡΘ. Οὕτω δὴ οὖν χρὴ πάθος ἀκούοντας καὶ σταυρὸν ἐπιγινώσκειν τὴν φύσιν τὴν δεξαμένην τὸ πάθος, καὶ μὴ τῇ ἀπαθεῖ προσάπτειν, ἀλλ' ἐκείνῃ, ἣ τούτου γε ἕνεκα προσελήφθη. Ὅτι γὰρ καὶ οἱ ἀξιάγαστοι πατέρες ἀπαθῆ τὴν θείαν ὡμολόγησαν φύσιν, τῇ δὲ σαρκὶ τὸ πάθος προσήρμοσαν, μαρτυρεῖ τὸ τῆς πίστεως τέλος· ἔχει δὲ οὕτως· "Τοὺς δὲ λέγοντας, Ἦν ποτε ὅτε οὐκ ἦν, καὶ πρὶν γεννηθῆναι οὐκ ἦν, καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας τινὸς ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι ἢ τρεπτὸν ἢ ἀλλοιωτὸν τὸν υἱὸν τοῦ θεοῦ, τούτους ἀναθεματίζει ἡ ἁγία καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία." Ὅρα δὲ οὖν ὁποίαν ἠπείλησαν τιμωρίαν τοῖς τὸ πάθος τῇ φύσει τῇ θείᾳ προσάπτουσιν. ΕΡΑΝ. Περὶ τροπῆς αὐτοῖς ὁ λόγος ἐνταῦθα καὶ ἀλλοιώσεως. ΟΡΘ. Τὸ δὲ πάθος τί ἕτερόν ἐστι ἢ τροπὴ καὶ ἀλλοίωσις; Εἰ γὰρ ἀπαθὴς πρὸ τῆς σαρκώσεως ὢν μετὰ τὴν σάρκωσιν ἔπαθε, τροπὴν

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
