# Eranistes 232

Theodoretus, Eranistes, Page 232. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/232

ἀνθυπενέγκας ἐκφωνεῖ· "Μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου· πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου, καὶ εἰπὲ αὐτοῖς· Ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν, καὶ θεόν μου καὶ θεὸν ὑμῶν." Τὸ δ', "Οὔπω ἀναβέβηκα πρὸς τὸν πατέρα μου," οὐχ ὁ λόγος ἔφασκε καὶ θεὸς ὁ οὐρανόθεν ὁρμώμενος, καὶ ἐν τοῖς κόλποις διαιτώμενος τοῦ πατρός, οὐδ' ἡ πάντα τὰ γενητὰ περιέχουσα σοφία· ἀλλ' αὐτὸς ὁ ἐκ παντοδαπῶν ἡρμολογημένος μελῶν ἄνθρωπος τοῦτο ἐπέφηνεν, ὁ ἐκ τῶν νεκρῶν ἐγερθεὶς καὶ οὐδέπω μὲν πρὸς τὸν πατέρα μετὰ τὸν θάνατον ἀνελθών, ταμιευόμενος δὲ αὑτῷ τῆς προόδου τὴν ἀπαρχήν. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Κύριον δὲ τῆς δόξης αὐτὸν τὸν ἄνθρωπον τὸν σταυρωθέντα σαφῶς ὀνομάζει γράφων, ἐπειδὴ καὶ κύριον καὶ Χριστὸν ἀνέδειξεν αὐτόν, καθάπερ οἱ ἀπόστολοι τῷ αἰσθητῷ Ἰσραὴλ ὁμοφρόνως διαλεγόμενοί φασιν· "Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ κύριον αὐτὸν καὶ Χριστὸν ὁ θεὸς ἐποίησε, τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε." Τὸν παθόντα τοιγαροῦν Ἰησοῦν κύριον ἐποίησε, καὶ οὐ τὴν σοφίαν οὐδὲ τὸν λόγον τὸν ἀνέκαθεν ἔχοντα τῆς δεσποτείας τὸ κράτος, ἀλλὰ τὸν μετέωρον τῷ σταυρῷ προσεκπετάσαντα τὰς χεῖρας. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Εἰ γὰρ ἀσώματός ἐστιν οὔτε ἁφῇ χειρῶν ὑποπίπτει, οὔτ' αἰσθητοῖς ὄμμασι περιλαμβάνεται, οὐ τρῶσιν ὑπομένει, οὐχ ἥλοις προσηλοῦται, οὐ θανάτῳ κοινωνεῖ, οὐ κρύπτεται γῇ, οὐ τάφῳ κατακλείεται, οὐκ ἐκ μνημάτων ἀνίσταται. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. "Οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ' ἐμοῦ· ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν." Εἰ δὲ ἑκατέρων τὴν ἐξουσίαν εἶχεν οἷα θεός, συνεχώρει μὲν αὐτοῖς λύειν ἀβούλως τὸν νεὼν ἐγχειροῦσιν, ἐπιφανέστερον δὲ ἀνιστῶν ἐνεούργει. Ἐξ ἀναντιρρήτων δὲ δέδεικται ψήφων, ὅτι αὐτὸς δι' ἑαυτοῦ τὸν ἴδιον ἀνεστήσατο νεουργήσας οἶκον. Ἀναθετέον δὲ καὶ τῷ θειοτάτῳ πατρὶ τὰς τοῦ υἱοῦ μεγαλουργίας. Οὔτε γὰρ ὁ υἱὸς ἄνευ τοῦ πατρὸς δημιουργεῖ κατὰ

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
