# Eranistes 234

Theodoretus, Eranistes, Page 234. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/234

Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Εἰ δ' ὁ ἥλιος, σῶμα ὢν ὁρατὸν καὶ αἰσθήσει καταληπτόν, τοσαύτας καὶ τοιαύτας πανταχοῦ γῆς ὑπομένων αἰκίας οὐ μεταβάλλει τὴν τάξιν, οὐδὲ αἰσθάνεται μικρᾶς ἢ μεγάλης πληγῆς, τὴν ἀσώματον σοφίαν οἰόμεθα χραίνεσθαι καὶ μεταλλάττειν τὴν φύσιν, εἰ ὁ ναὸς αὐτῆς σταυρῷ προσηλοῦται, ἢ λύσιν ὑπομένει, ἢ τρῶσιν ὑφίσταται, ἢ διαφθορὰν δέχεται; Ἀλλὰ πάσχει μὲν ὁ νεώς, ἡ δὲ ἀκηλίδωτος οὐσία παντάπασιν ἄχραντος τὴν ἀξίαν καθέστηκεν. Τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ εἰς τὰς ἐπιγραφὰς τῶν ἀναβαθμῶν. Δόξαν δὲ ἐπίκτητον ὁ πατὴρ οὐκ ἐπιδέχεται, τέλειος, ἄπειρος, ἀπερινόητος ὤν, ἀπροσδεὴς κάλλους καὶ παντοίας ἀρετῆς. Ἀλλ' οὐδὲ ὁ λόγος αὐτοῦ, θεὸς ὢν ὁ γεννηθεὶς ἐξ αὐτοῦ, δι' οὗ γεγόνασιν ἄγγελοι καὶ οὐρανοὶ καὶ γῆς ἄπειρα μεγέθη καὶ πᾶσαι συλλήβδην τῶν γενητῶν ὕλαι τε καὶ συστάσεις· ἀλλ' ὁ ἄνθρωπος τοῦ Χριστοῦ, ἐκ τῶν νεκρῶν ἐγειρόμενος, ὑψοῦται καὶ δοξάζεται, τῶν ἐναντίων αἰσχύνην ἄντικρυς ἀραμένων. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Οἱ δὲ φθόνῳ τὸ μῖσος ἀράμενοι κατ' αὐτοῦ καὶ πεφραγμένοι πολεμίᾳ παρατάξει σκορπίζονται, τοῦ λόγου τε καὶ θεοῦ τὸν ἑαυτοῦ ναὸν ἀξιοπρεπῶς ἀναστήσαντος. Τοῦ αὐτοῦ ἐκ τῆς ἑρμηνείας τοῦ ϙβʹ ψαλμοῦ. Πέρας γοῦν ὁ προφήτης Ἡσαΐας αὐτὰ μὲν τὰ τῶν παθῶν αὐτοῦ διεξιὼν ἴχνη πρὸς τοῖς ἄλλοις ἐπιφέρει καὶ τοῦτο μεγαλοφωνοτέρᾳ βοῇ τό· "Καὶ εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὔτε κάλλος· ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον καὶ ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων." Εἶτα διαρρήδην ἐκφαίνων, ὡς εἰς τὸν ἄνθρωπον, ἀλλ' οὐκ εἰς τὸ θεῖον ἀνήρτηται τὰ τῆς εὐπρεπείας εἴδη τε καὶ πάθη, παραυτίκα πάλιν ἐπάγει προσθείς· "Ἄνθρωπος ἐν πληγῇ ὤν, καὶ εἰδὼς φέρειν μαλακίαν." Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἑρμηνείας. Αὐτὸς ἄρ' οὗτός ἐστιν, ὁ μετὰ τὰς ὕβρεις ἀειδής, ἄμορφος ὁραθείς, εἶτα πάλιν ἐκ μεταβολῆς εὐπρέπειαν ἐνδυσάμενος. Οὐδὲ γὰρ ὁ κατοικῶν

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
