# Eranistes 238

Theodoretus, Eranistes, Page 238. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/238

θάνατον παραδιδούς, ἵνα τοὺς πάντας ἀνυπευθύνους καὶ ἐλευθέρους τῆς ἀρχαίας παραβάσεως ποιήσῃ, δείξῃ δὲ ἑαυτὸν καὶ θανάτου κρείττονα, ἀπαρχὴν τῆς τῶν ὅλων ἀναστάσεως τὸ ἴδιον σῶμα ἄφθαρτον ἐπιδεικνύμενος. Τὸ μὲν γὰρ σῶμα, ὡς καὶ αὐτὸ κοινὴν ἔχον τὴν οὐσίαν, σῶμα γὰρ ἦν ἀνθρώπινον, εἰ καὶ καινοτέρῳ θαύματι συνέστη ἐκ παρθένου μόνης, ὅμως θνητὸν ὄν, κατ' ἀκολουθίαν τῶν ὁμοίων ἀπέθνῃσκε, τῇ δὲ τοῦ λόγου εἰς αὐτὸ ἐπιβάσει οὐκέτι κατὰ τὴν ἰδίαν φύσιν ἐφθείρετο, ἀλλὰ διὰ τὸν ἐνοικήσαντα τοῦ θεοῦ λόγον ἐκτὸς ἐγίνετο φθορᾶς. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Ὅθεν, ὡς προεῖπον, ὁ λόγος, ἐπεὶ οὐχ οἷόν τε ἦν αὐτὸν ἀποθανεῖν, ἀθάνατος γὰρ ἦν, ἔλαβεν ἑαυτῷ σῶμα τὸ δυνάμενον ἀποθανεῖν, ἵνα ὡς ἴδιον ἀντὶ πάντων αὐτὸ προσενέγκῃ· καὶ ὡς αὐτὸς ὑπὲρ πάντων πάσχων διὰ τὴν πρὸς αὐτὸ τὸ σῶμα ἐπίβασιν, καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Πάσχον μὲν γὰρ τὸ σῶμα κατὰ τὴν τῶν σωμάτων φύσιν ἀπέθνῃσκεν· εἶχε δὲ τῆς ἀφθαρσίας τὴν πίστιν ἐκ τοῦ ἐνοικήσαντος αὐτῷ λόγου. Οὐ γὰρ ἀποθνῄσκοντος τοῦ σώματος ἐνεκροῦτο καὶ ὁ λόγος, ἀλλ' ἦν μὲν αὐτὸς ἀπαθὴς καὶ ἄφθαρτος καὶ ἀθάνατος, οἷα δὴ θεοῦ λόγος ὑπάρχων, συνὼν δὲ μᾶλλον τῷ σώματι, διεκώλυεν ἀπ' αὐτοῦ τὴν κατὰ φύσιν τῶν σωμάτων φθοράν, ᾗ φησι καὶ τὸ πνεῦμα πρὸς αὐτόν· "Οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν." Τοῦ ἁγίου Δαμάσου ἐπισκόπου Ῥώμης. Ἀπὸ ἐκθέσεως. Εἴ τις εἴποι, ὅτι ἐν τῷ πάθει τοῦ σταυροῦ πόνον ὑπέμεινεν ὁ υἱὸς τοῦ θεοῦ καὶ θεός, καὶ οὐχὶ ἡ σὰρξ μετὰ τῆς ψυχῆς, ἣν ἐνεδύσατο ἡ τοῦ δούλου μορφή, ἣν ἑαυτῷ ἔλαβε, καθὼς εἴρηκεν ἡ γραφή· ἀνάθεμα ἔστω.

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
