# Eranistes 239

Theodoretus, Eranistes, Page 239. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/239

Τοῦ ἁγίου Ἀμβροσίου ἐπισκόπου Μεδιολάνου. Ἐκ τοῦ περὶ τῆς καθόλου πίστεως. Εἰσὶ δέ τινες, οἳ εἰς τοσοῦτον ἀσεβείας προῆλθον, ὡς νομίζειν ὅτι ἡ θεότης τοῦ κυρίου περιετμήθη, καὶ ἀτελὴς ἐκ τελείου γεγένηται, καὶ ὅτι ἐν τῷ ξύλῳ οὐχ ἡ σὰρξ ἦν, ἀλλ' ἐκείνη ἡ θεία οὐσία, ἡ τῶν πάντων δημιουργός. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Ἡ σὰρξ ἔπαθεν, ἡ θεότης θανάτου ἐλευθέρα ἐστί· παθεῖν τὸ σῶμα νόμῳ φύσεως ἀνθρωπίνης παρεχώρησε. Πῶς γὰρ θνῄσκειν θεὸς δύναται, τῆς ψυχῆς μὴ δυναμένης θανεῖν; "Μὴ φοβεῖσθε, γάρ φησιν, ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι." Εἰ τοίνυν ἡ ψυχὴ ἀποκτανθῆναι οὐ δύναται, πῶς ἡ θεότης θανάτῳ ὑποπεσεῖν δύναται; Τοῦ ἁγίου Βασιλείου ἐπισκόπου Καισαρείας. Ὃ παντὶ γνώριμον, τῷ μικρὸν ἐπιστήσαντι τῆς ἀποστολικῆς λέξεως τὸ βούλημα, ὅτι οὐχὶ θεολογίας ἡμῖν παραδίδωσι τρόπον, ἀλλὰ τοὺς τῆς οἰκονομίας λόγους παραδηλοῖ. "Κύριον γὰρ αὐτὸν καὶ Χριστὸν ὁ θεὸς ἐποίησε, τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε," τῇ δεικτικῇ φωνῇ πρὸς τὸ ἀνθρώπειον αὐτοῦ καὶ ὁρώμενον πᾶσι προδήλως ἀπερειδόμενος. Τοῦ ἁγίου Γρηγορίου ἐπισκόπου Ναζιανζοῦ. Ἐκ τῆς πρὸς Νεκτάριον τὸν Κωνσταντινουπόλεως ἐπίσκοπον ἐπιστολῆς. Τὸ δὲ πάντων χαλεπώτατον ἐν ταῖς ἐκκλησιαστικαῖς συμφοραῖς ἡ τῶν Ἀπολιναριστῶν ἐστι παρρησία, οὓς οὐκ οἶδ' ὅπως παρεῖδέ σου ἡ

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
