# Eranistes 240

Theodoretus, Eranistes, Page 240. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/240

ὁσιότης, πορισαμένους ἑαυτοῖς τὴν τοῦ συνάγειν ὁμοτίμως ἡμῖν ἐξουσίαν. Καὶ μετ' ὀλίγα. Καὶ οὔπω τοῦτο δεινόν· ἀλλὰ τὸ πάντων χαλεπώτατον, ὅτι αὐτὸν τὸν μονογενῆ θεόν, τὸν κριτὴν τῶν ὄντων, τὸν ἀρχηγὸν τῆς ζωῆς, τὸν καθαιρέτην τοῦ θανάτου, θνητὸν εἶναι κατασκευάζει, καὶ τῇ ἰδίᾳ αὐτοῦ θεότητι τὸ πάθος δέξασθαι, καὶ ἐν τῇ τριημέρῳ ἐκείνῃ νεκρώσει τοῦ σώματος καὶ τὴν θεότητα συναπονεκρωθῆναι τῷ σώματι, καὶ οὕτως παρὰ τοῦ πατρὸς πάλιν ἀπὸ τοῦ θανάτου διαναστῆναι. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Κληδόνιον προτέρας ἐκθέσεως. Εἰ μὲν ἄψυχος ὁ ἄνθρωπος, τοῦτο καὶ Ἀρειανοὶ λέγουσιν, ἵνα ἐπὶ τὴν θεότητα τὸ πάθος ἐνέγκωσιν, ὡς τοῦ κινοῦντος τὸ σῶμα τούτου καὶ πάσχοντος. Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ υἱοῦ λόγου. Ἐλείπετο περὶ τοῦ ἐντετάλθαι καὶ τετηρηκέναι τὰς ἐντολάς, καὶ τὰ ἀρεστὰ αὐτῷ πάντα πεποιηκέναι, διαλαβεῖν ἡμᾶς· ἔτι δὲ τελειώσεως, καὶ ὑψώσεως, καὶ τοῦ μαθεῖν ἐξ ὧν ἔπαθε τὴν ὑπακοήν, ἀρχιερωσύνης τε καὶ προσφορᾶς, καὶ παραδόσεως, καὶ δεήσεως τῆς πρὸς τὸν δυνάμενον σώζειν ἐκ θανάτου, καὶ ἀγωνίας καὶ θρόμβου, καὶ προσευχῆς, καὶ εἴ τι ἄλλο τοιοῦτο, εἴγε μὴ πᾶσι πρόδηλον ἦν, ὅτι περὶ τὸ πάσχον τὰ τοιαῦτα τῶν ὀνομάτων οὐ τὴν ἄτρεπτον φύσιν καὶ τοῦ πάσχειν ὑψηλοτέραν. Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὸ Πάσχα λόγου. "Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδώμ," καὶ τῶν γηΐνων, ἢ πῶς ἐρυθρὰ τὰ ἱμάτια τοῦ ἀναίμου καὶ ἀσωμάτου, ὡς ληνοβάτου, καὶ πλήρη ληνὸν πατήσαντος; Προβαλοῦ τὸ ὡραῖον τῆς στολῆς, τοῦ πεπονθότος σώματος τῷ πάθει καλλωπισθέντος καὶ τῇ θεότητι λαμπρυνθέντος, ἧς οὐδὲν ἐρασμιώτερον οὐδὲ ὡραιότερον. Τοῦ ἁγίου Γρηγορίου ἐπισκόπου Νύσσης.

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
