# Eranistes 241

Theodoretus, Eranistes, Page 241. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/241

Ἐκ τοῦ κατηχητικοῦ λόγου. Καὶ τοῦτό ἐστι τὸ φύσει μὲν τῆς τοῦ θεοῦ περὶ τὸν θάνατον οἰκονομίας καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως, τὸ διαλυθῆναι μὲν τῷ θανάτῳ τοῦ σώματος τὴν ψυχὴν κατὰ τὴν ἀναγκαίαν τῆς φύσεως ἀκολουθίαν μὴ κωλῦσαι, εἰς ἄλληλα δὲ πάλιν ἐπαναγαγεῖν διὰ τῆς ἀναστάσεως. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Ἐπειδὴ γὰρ οὐκ ἄλλοθεν, ἀλλ' ἐκ τοῦ ἡμετέρου φυράματος, ὁ θεοδόχος ἄνθρωπος ἦν, ὁ διὰ τῆς ἀναστάσεως συνεπαρθεὶς τῇ θεότητι· ὥσπερ ἐπὶ τοῦ καθ' ἡμᾶς σώματος ἡ τοῦ ἑνὸς τῶν αἰσθητηρίων ἐνέργεια πρὸς πᾶσαν τὴν συναίσθησιν ἄγει τὸν ἡνωμένον τῷ μέρει, οὕτως καθάπερ ἑνός τινος ὄντος ζῴου πάσης τῆς φύσεως, ἡ ἐκ τοῦ μέρους ἀνάστασις ἐπὶ τὸ πᾶν διεξέρχεται, τὸ συνεχές τε καὶ ἡνωμένον τῆς φύσεως, ἐκ τοῦ μέρους ἐπὶ τὸ ὅλον συνδιδόμενον. Τί οὖν ἔξω τοῦ εἰκότος μυστηρίου μανθάνομεν, εἰ κύπτει πρὸς τὸν πεπτωκότα ὁ ἑστώς, ἐπὶ τῷ ἀναστῆσαι τὸν κείμενον; Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Ἀκόλουθον ἂν εἴη καὶ ἐν τῷ μέρει τούτῳ, μὴ τὸ μὲν βλέπειν, παρορᾶν δὲ τὸ ἕτερον, ἀλλ' ἐν μὲν τῷ θανάτῳ καθορᾶν τὸ ἀνθρώπινον, ἐν δὲ τῷ ἀνθρώπῳ πολυπραγμονεῖν τὸ θειότερον. Τοῦ αὐτοῦ ἐκ τῆς κατὰ Εὐνομίου πραγματείας. Οὔτε ζωοποιεῖ τὸν Λάζαρον ἡ ἀνθρωπίνη φύσις, οὔτε δακρύει τὸν κείμενον ἡ ἀπαθὴς ἐξουσία· ἀλλ' ἴδιον τοῦ μὲν ἀνθρώπου τὸ δάκρυον, τῆς δὲ ζωῆς τὰ τῆς ὄντως ζωῆς. Οὐ τρέφει τὰς χιλιάδας ἡ ἀνθρωπίνη πτωχεία, οὐ τρέχει ἐπὶ τὴν συκῆν ἡ παντοδύναμος ἐξουσία. Τίς ὁ κοπιῶν ἐκ τῆς ὁδοιπορίας, καὶ τίς ὁ ἀπόνως ὅλον τὸν κόσμον ὑποστήσας τῷ λόγῳ; Τί τὸ τῆς δόξης ἀπαύγασμα; Τί τὸ τοῖς ἥλοις καταπειρόμενον; Ποία μορφὴ ἐπὶ τοῦ πάθους ῥαπίζεται, καὶ ποία ἐξ ἀϊδίου δοξάζεται; Φανερὰ γὰρ ταῦτα, κἂν μηδεὶς ἑρμηνεύῃ τῷ λόγῳ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς πραγματείας. Αἰτιᾶται τοὺς τὸ πάθος τῇ ἀνθρωπίνῃ φύσει ἀνατιθέντας. Βούλεται γὰρ πάντως αὐτὴν τῷ πάθει ὑπάγειν τὴν θεότητα. Διπλῆς γὰρ οὔσης καὶ ἀμφιβόλου τῆς ὑπολήψεως, εἴτε τὸ θεῖον, εἴτε τὸ ἀνθρώπινον ἐν

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
