# Eranistes 243

Theodoretus, Eranistes, Page 243. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/243

Τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ εἰς τό, "Εἰ δυνατόν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο." Μὴ τὰ πάθη οὖν τῆς σαρκὸς τῷ ἀπαθεῖ προσρίψῃς λόγῳ. Θεὸς γάρ εἰμι καὶ ἄνθρωπος, αἱρετικέ· θεὸς ὡς ἐγγυᾶται τὰ θαύματα, ἄνθρωπος ὡς μαρτυρεῖ τὰ παθήματα. Ἐπεὶ οὖν θεός εἰμι καὶ ἄνθρωπος, εἰπὲ τίς ὁ παθών· εἰ ὁ θεὸς ἔπαθεν, εἶπας τὸ βλάσφημον· εἰ δὲ ἡ σὰρξ ἔπαθε, τί μὴ τὸ πάθος προσάπτεις ᾧ τὴν δειλίαν ἐπάγεις; Ἄλλου γὰρ πάσχοντος ἄλλος οὐ δειλιᾷ, καὶ ἀνθρώπου σταυρουμένου θεὸς οὐ ταράττεται. Τοῦ αὐτοῦ ἐκ τοῦ κατὰ Ἀρειανῶν λόγου. Καὶ ἵνα μὴ μακρὸν ἀποτείνω τὸν λόγον, συντόμως ἐρωτῶ σε, αἱρετικέ· ὁ ἐκ τοῦ θεοῦ πρὸ τῶν αἰώνων γεννηθεὶς ἔπαθεν, ἢ ὁ ἐκ τοῦ Δαβὶδ ἐν ὑστέροις καιροῖς τεχθεὶς Ἰησοῦς; Εἰ μὲν οὖν ἡ θεότης ἔπαθεν, εἶπας τὸ βλάσφημον· εἰ δὲ ὁ ἄνθρωπος, ὡς ἔχει ἡ ἀλήθεια, τίνος οὖν ἕνεκεν μὴ προσάπτεις τῷ ἀνθρώπῳ τὸ πάθος; Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ υἱοῦ λόγου. Εἰπὼν γὰρ ὁ Πέτρος ὅτι "Καὶ κύριον καὶ Χριστὸν αὐτὸν ἐποίησεν ὁ θεός," ἐπήγαγε, "Τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε, τοῦτον ὁ θεὸς ἤγειρεν ἐκ νεκρῶν." Ἐνεκρώθη δὲ οὐχ ἡ θεότης, ἀλλ' ὁ ἄνθρωπος, καὶ ὁ ἐγείρας αὐτόν ἐστιν ὁ λόγος, ἡ δύναμις τοῦ θεοῦ, ὁ εἰπὼν ἐν τῷ εὐαγγελίῳ· "Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν." Ὥστε ἐὰν λέγηται· "Καὶ κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ θεὸς τὸν νεκρωθέντα, καὶ ἐκ νεκρῶν ἀναστάντα," τὴν σάρκα λέγει, καὶ οὐ τὴν θεότητα τοῦ υἱοῦ. Τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ εἰς τό, "Οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδέν." Οὐδὲ γὰρ εἶχε φύσιν ὑπὸ φθορᾶς κατέχεσθαι τὴν ζωήν, διόπερ οὐχ ἡ θεότης εἰς πάθος κατεσπάσθη· πῶς γάρ; Ἀλλ' ἡ ἀνθρωπότης εἰς ἀφθαρσίαν ἀνεκαινίσθη. "Δεῖ γάρ, φησί, τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν, καὶ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν."

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
