# Eranistes 245

Theodoretus, Eranistes, Page 245. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/245

σπάθης ἐδέξατο. Πάντα ταῦτα τὸ ἐκ Μαρίας τεχθὲν ὑπέμεινε σῶμα. Τὸ δὲ πρὸ αἰώνων ἐκ πατρὸς γεννηθὲν οὐδεὶς ἠδύνατο βλάψαι. Οὐ γὰρ εἶχε τοιαύτην φύσιν ὁ λόγος. Πῶς γάρ τις κατέχει θεότητα; πῶς τιτρώσκει; πῶς αἱμάσσει τὴν ἀσώματον φύσιν; πῶς δεσμοῖς ταφῆς περιβάλλει; Αἰδοῦ τοίνυν ἃ μὴ δύνασαι βλάψαι, καὶ τίμησον θεότητα, τῷ τῆς ἀνάγκης συνεχόμενος λόγῳ. Τοῦ ἁγίου Ἰωάννου ἐπισκόπου Κωνσταντινουπόλεως. Ἀπὸ τοῦ λόγου τοῦ εἰς τό, "Ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι." "Τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς;" Τί οὖν αὐτός; "Λύσατε τὸν ναὸν τοῦτον, φησί, καὶ ἐγὼ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν," περὶ τοῦ σώματος τοῦ ἑαυτοῦ λέγων· ἀλλ' ἐκεῖνοι αὐτὸ οὐ συνεῖδον. Καὶ μετ' ὀλίγα. Πῶς οὐ παρέδραμεν αὐτὸ ὁ εὐαγγελιστής, ἀλλ' ἐπήγαγε τὴν διόρθωσιν λέγων· "Ἐκεῖνος δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὑτοῦ;" Οὐδὲ γὰρ εἶπε, λύσατε τὸ σῶμα τοῦτο, ἀλλὰ "Τὸν ναόν," ἵνα δείξῃ τὸν θεὸν τὸν ἐνοικοῦντα. Λύσατε τὸν ναὸν τοῦτον πολλῷ βελτίον τοῦ Ἰουδαϊκοῦ. Ὁ μὲν γὰρ εἶχε τὸν νόμον, ὁ δὲ τὸν νομοθέτην· ὁ μὲν τὸ γράμμα τὸ ἀποκτέννον, ὁ δὲ τὸ πνεῦμα τὸ ζωοποιοῦν. Τοῦ αὐτοῦ ἀπὸ τοῦ λόγου, ὅτι τὰ ταπεινῶς εἰρημένα καὶ γεγενημένα, οὐ δι' ἀσθένειαν δυνάμεως, ἀλλὰ δι' οἰκονομίας διαφόρους. Πῶς οὖν ἐνταῦθά φησιν, "Εἰ δυνατόν;" Τῆς ἀνθρωπίνης φύσεως τὴν ἀσθένειαν ἡμῖν ἐνδείκνυται, οὐχ αἱρουμένης ἁπλῶς ἀπορραγῆναι τῆς παρούσης ζωῆς, ἀλλ' ἀναδυομένης καὶ ὀκνούσης διὰ τὴν ἐξ ἀρχῆς ἐντεθεῖσαν αὐτῇ φιλίαν παρὰ τοῦ θεοῦ πρὸς τὸν παρόντα βίον. Εἰ γὰρ τοσαῦτα καὶ τηλικαῦτα εἰπόντος αὐτοῦ, ἐτόλμησαν εἰπεῖν τινες ὅτι σάρκα οὐκ ἔλαβεν, εἰ μηδὲν τούτων εἴρητο, τί οὐκ ἂν εἶπον;

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
