# Eranistes 246

Theodoretus, Eranistes, Page 246. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/246

Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Ὅρα πῶς καὶ τὴν προτέραν ἡλικίαν αὐτοῦ προανεφώνησαν. Ἐρώτησον τοίνυν τὸν αἱρετικόν, θεὸς δειλιᾷ καὶ ἀναδύεται καὶ ὀκνεῖ καὶ λυπεῖται; Κἂν εἴπῃ ὅτι ναί, ἀπόστηθι λοιπόν, καὶ στῆσον αὐτὸν κάτω μετὰ τοῦ διαβόλου, μᾶλλον δὲ κἀκείνου κατώτερον· οὐδὲ γὰρ ἐκεῖνος τολμήσει τοῦτο εἰπεῖν. Ἂν δὲ εἴπῃ ὅτι οὐδὲν τούτων ἄξιον θεοῦ, εἰπέ· Οὐκοῦν οὐδὲ εὔχεται θεός. Χωρὶς γὰρ τούτων καὶ ἕτερον ἄτοπον ἔσται, ἂν τοῦ θεοῦ τὰ ῥήματα ᾖ. Οὔτε γὰρ ἀγωνίαν μόνον ἐμφαίνει τὰ ῥήματα, ἀλλὰ καὶ δύο θελήματα, ἓν μὲν υἱοῦ, ἓν δὲ πατρός, ἐναντία ἀλλήλοις. Τὸ γὰρ εἰπεῖν, "Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ," τοῦτό ἐστιν ἐμφαίνοντος. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Ἂν γὰρ ἐπὶ τῆς θεότητος εἰρημένον ᾖ τοῦτο, ἐναντιολογία τις γίνεται, καὶ πολλὰ ἄτοπα ἐκ τούτου τίκτεται. Ἐὰν δὲ ἐπὶ τῆς σαρκός, ἔχει λόγον τὰ εἰρημένα, καὶ οὐδὲν ἂν γένοιτο ἔγκλημα. Οὐ γὰρ τὸ μὴ θέλειν ἀποθανεῖν τὴν σάρκα, κατάγνωσις· φύσεως γάρ ἐστι τοῦτο· αὐτὸς δὲ τὰ τῆς φύσεως ἅπαντα χωρὶς ἁμαρτίας ἐπιδείκνυται καὶ μετὰ πολλῆς τῆς περιουσίας, ὥστε τὰ τῶν αἱρετικῶν ἐμφράξαι στόματα. Ὅταν οὖν λέγῃ· "Εἰ δυνατόν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο," καί· "Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ," οὐδὲν ἕτερον δείκνυσιν, ἀλλ' ὅτι σάρκα ἀληθῶς περιβέβληται φοβουμένην θάνατον. Τὸ γὰρ φοβεῖσθαι θάνατον καὶ ἀναδύεσθαι καὶ ἀγωνιᾶν ἐκείνης ἐστί. Νῦν μὲν οὖν αὐτὴν ἐρήμην καὶ γυμνὴν ἀφίησι τῆς οἰκείας ἐνεργείας, ἵνα αὐτῆς δείξας τὴν ἀσθένειαν, πιστώσηται αὐτῆς καὶ τὴν φύσιν. Νῦν δὲ αὐτὴν ἀποκρύπτει, ἵνα μάθῃς ὅτι οὐ ψιλὸς ἄνθρωπος ἦν. Σευηριανοῦ ἐπισκόπου Γαβάλων. Ἐκ τοῦ εἰς τὰς σφραγίδας λόγου. Ἰουδαῖοι μάχονται τῷ φαινομένῳ ἀγνοοῦντες τὸ μὴ φαινόμενον, καὶ σταυροῦσι μὲν τὴν σάρκα, οὐκ ἀναιροῦσι δὲ τὴν θεότητα. Εἰ γὰρ τῷ γράμματι, ὅ ἐστιν ἔνδυμα λόγου, ὁ ἐμὸς λόγος οὐ συναφανίζεται, ὁ θεὸς λόγος, ἡ πηγὴ τῆς ζωῆς, τῇ σαρκὶ συναπέθνῃσκε; Τὸ πάθος περὶ τὸ σῶμα, ἡ δὲ ἀπάθεια περὶ τὴν ἀξίαν.

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
