# Eranistes 247

Theodoretus, Eranistes, Page 247. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/247

ΟΡΘ. Ἰδού σοι καὶ τοὺς τὰ ἑῷα καὶ τοὺς τὰ ἑσπέρια, καὶ μέντοι καὶ τοὺς τὰ νότια καὶ βόρεια τῆς οἰκουμένης γεωργήσαντας τμήματα, τῆς καινῆς ὑμῶν αἱρέσεως κατηγοροῦντας ἐδείξαμεν, καὶ τῆς θείας φύσεως ἀναφανδὸν τὴν ἀπάθειαν κηρύττοντας, καὶ γλῶτταν ἑκατέραν, τὴν Ἑλλάδα φημὶ καὶ τὴν Ῥωμαίαν, σύμφωνον περὶ τῶν θείων ὁμολογίαν κηρύξασαν. ΕΡΑΝ. Θαυμάζω κἀγὼ τὴν τῶν ἀνδρῶν συμφωνίαν· πολλὴν μέντοι διαίρεσιν ἐν τοῖς λόγοις ἐθεασάμην. ΟΡΘ. Μὴ νεμεσήσῃς, ὦ φίλος. Ἡ σφόδρα γὰρ πρὸς τοὺς ἀντιπάλους διαμάχη τῆς ἀμετρίας αἰτία. Ταὐτὸ δὲ τοῦτο καὶ τοῖς φυτοκόμοις φίλον ποιεῖν. Ὅταν γὰρ ἴδωσι κεκλιμένον φυτόν, οὐ μόνον πρὸς τὸν ὀρθὸν ἀνιστῶσι κανόνα, ἀλλὰ καὶ πέρα τοῦ εὐθέος εἰς τὸ ἕτερον ἀνακλίνουσι μέρος, ἵν' ἡ πλέον εἰς τοὐναντίον ἐπίκλισις τὴν εὐθείαν πραγματεύσηται στάσιν. Ἵνα μέντοι γνῷς, ὡς οἱ τὴν πολύμορφον ταύτην αἵρεσιν κρατῦναι φιλονεικοῦντες τῇ τῶν βλασφημιῶν ὑπερβολῇ καὶ τοὺς παλαιοὺς αἱρεσιάρχας ἀποκρύπτειν σπουδάζουσιν, ἄκουσον πάλιν τῶν Ἀπολιναρίου συγγραμμάτων, τῆς θείας φύσεως τὸ ἀπαθὲς κηρυττόντων καὶ τοῦ σώματος εἶναι τὸ πάθος ὁμολογούντων. Ἀπολιναρίου Ἐκ τοῦ κατὰ κεφάλαιον βιβλίου. Τὸν λυθέντα ναόν, τουτέστι, τὸ σῶμα τοῦ ἀνιστῶντος αὐτὸν εἶπεν ὁ Ἰωάννης. Πάντως δὲ τὸ σῶμα ἕν ἐστι πρὸς αὐτόν, καὶ οὐκ ἄλλος τις παρ' αὐτοῖς. Εἰ δὲ ἓν πρὸς τὸν κύριον γέγονε τὸ σῶμα τοῦ κυρίου, τὰ ἴδια τοῦ σώματος ἴδια αὐτοῦ κατέστη διὰ τὸ σῶμα. Καὶ πάλιν. Τοῦτο γὰρ τὸ ἀληθές, ὅτι ἡ πρὸς τὸ σῶμα συνάφεια οὐ κατὰ περιγραφὴν τοῦ λόγου, ὥστε μηδὲν ἔχειν πλέον τῆς σωματώσεως. Διὸ καὶ ἐν τῷ θανάτῳ μένει ἀθανασία περὶ τὸν αὐτόν. Εἰ γὰρ ὑπὲρ τὴν σύνθεσίν ἐστι ταύτην, καὶ ὑπὲρ τὴν διάλυσιν. Διάλυσις δὲ ὁ θάνατος. Οὔτε γὰρ τῇ συνθέσει περιελήφθη· ἦ γὰρ ἂν ὁ κόσμος κεκένωτο· οὔτε ἐν τῇ διαλύσει τὸ ἐκ τῆς διαλύσεως ἐνδεὲς εἶχεν, ὥσπερ ἡ ψυχή.

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
