# Eranistes 248

Theodoretus, Eranistes, Page 248. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/248

Καὶ αὖθις. Ὥσπερ ἐκ τῶν μνημάτων τοὺς νεκροὺς προϊέναι φησὶν ὁ σωτήρ, καίτοι τῶν ψυχῶν ἐκεῖθεν οὐ προϊουσῶν, οὕτω καὶ ἑαυτὸν ἀναστήσεσθαί φησιν ἐκ νεκρῶν, καίτοι τοῦ σώματος ὄντος τοῦ ἀνισταμένου. Καὶ ἐν ἑτέρῳ δὲ παραπλησίῳ συγγράμματι ταῦτα γέγραφεν. Ἀνθρώπου τὸ ἀναστῆναι ἐκ νεκρῶν, θεοῦ δὲ τὸ ἀναστῆσαι. Ἑκάτερα δὲ Χριστός· θεὸς ἄρα καὶ ἄνθρωπος ὁ αὐτός. Εἰ μόνον ἄνθρωπος ἦν ὁ Χριστός, οὐκ ἂν ἐζωοποίει νεκρούς· καὶ εἰ μόνον θεός, οὐκ ἂν ἰδίᾳ παρὰ τὸν πατέρα ἐζωοποίει τινὰς τῶν νεκρῶν. Ἑκάτερα δὲ Χριστός· θεὸς ἄρα καὶ ἄνθρωπος ὁ αὐτός. Εἰ μόνον ἄνθρωπος ὁ Χριστός, οὐκ ἂν ἔσωζε κόσμον· καὶ εἰ μόνον θεός, οὐκ ἂν διὰ πάθους ἔσωζεν. Ἑκάτερα δὲ Χριστός· καὶ θεὸς ἄρα ἐστὶ καὶ ἄνθρωπος. Εἰ μόνον ἄνθρωπος ὁ Χριστὸς ἢ μόνον θεός, οὐκ ἂν ἦν μέσος θεοῦ καὶ ἀνθρώπων. Καὶ μετ' ὀλίγα. Σὰρξ δὲ ζωῆς ὄργανον ἁρμοζόμενον τοῖς πάθεσι πρὸς τὰς θείας βουλάς· καὶ οὔτε λόγοι σαρκὸς ἴδιοι οὔτε πράξεις· καὶ τοῖς πάθεσιν ὑποβαλλομένη κατὰ τὸ σαρκὶ προσῆκον ἰσχύει κατὰ τῶν παθῶν διὰ τὸ θεοῦ εἶναι σάρξ. Καὶ μετ' ὀλίγα πάλιν. Υἱὸς ἐπεδήμησε κόσμῳ σάρκα ἐκ τῆς παρθένου λαβών, ἣν ἐπλήρωσεν ἁγίου πνεύματος εἰς τὸν πάντων ἡμῶν ἁγιασμόν. Θανάτῳ δὲ τὴν σάρκα παραδούς, τὸν θάνατον ἔλυσε διὰ τῆς ἀναστάσεως εἰς τὴν πάντων ἡμῶν ἀνάστασιν. Ἐν δὲ τῷ περὶ πίστεως λογιδίῳ ταῦτά φησι. Καὶ τῶν περὶ σάρκα παθῶν γινομένων, τὴν ἀπάθειαν ἡ δύναμις εἶχε τὴν ἑαυτῆς. Ἀσεβεῖ οὖν ὁ τὸ πάθος ἀνάγων εἰς τὴν δύναμιν. Καὶ ἐν τῷ περὶ σαρκώσεως λογιδίῳ ταῦτα γέγραφε πάλιν. Ἐνταῦθα οὖν τὸν αὐτὸν δηλῶν, ἄνθρωπον μὲν ἐκ νεκρῶν ἐγερθέντα, ὡς θεὸν δὲ τῆς ἁπάσης βασιλεύοντα κτίσεως. ΟΡΘ. Εἶδες τέως ἕνα τῶν τῆς κενῆς αἱρέσεως διδασκάλων ἄντικρυς τὴν τῆς θεότητος ἀπάθειαν κηρύττοντα, καὶ ναὸν καλοῦντα τὸ σῶμα, καὶ τὸν θεὸν λόγον ἀναστῆσαι τοῦτο λίαν ἰσχυριζόμενον. ΕΡΑΝ. Ἀκήκοά τε καὶ τεθαύμακα, καὶ λίαν αἰσχύνομαι, ὅτι καὶ

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
