# Eranistes 249

Theodoretus, Eranistes, Page 249. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/249

τῆς τοῦδε τοῦ ἀνδρὸς καινοτομίας ὤφθη φευκτότερα τὰ ἡμέτερα. ΟΡΘ. Ἐγὼ δέ σοι καὶ ἐξ ἑτέρας ἀγέλης αἱρετικῆς παρέξομαι μάρτυρα, διαρρήδην τῆς τοῦ μονογενοῦς θεότητος τὴν ἀπάθειαν κηρύττοντα. ΕΡΑΝ. Τίνα τοῦτον λέγεις; ΟΡΘ. Εὐσέβιον ἴσως ἀκήκοας τὸν Φοίνικα, τὸν Ἐμέσης τῆς πρὸς τῷ Λιβάνῳ πόλεως ἀρχιερέα γενόμενον. ΕΡΑΝ. Ἐνέτυχον ἐνίοις τούτου συγγράμμασι, καὶ εὗρόν γε τοῖς Ἀρείου συμφερόμενον δόγμασιν. ΟΡΘ. Ἐκείνης τῆς συμμορίας οὗτος ἐτύγχανεν ὤν· ἀλλ' ὅμως καὶ μείζονα τοῦ μονογενοῦς δεικνύναι τὸν πατέρα πειρώμενος, ἀπαθῆ κηρύττει τὴν τοῦ σμικρυνομένου θεότητα, καὶ μακροὺς δὲ ἀγῶνας ὑπὲρ ταύτης καὶ μάλα γε θαυμαστοὺς ἀνεδέξατο. ΕΡΑΝ. Ποθοῦντί μοι λίαν καὶ τούτους προσοίσεις τοὺς λόγους. ΟΡΘ. Τοιγαροῦν μακροτέραν παραθήσομαι μαρτυρίαν, ἵνα σου τὸν πόθον ἐμπλήσω. Ἄκουε τοίνυν τοῦ ἀνδρὸς βοῶντος, καὶ πρὸς ἡμᾶς αὐτὸν ἡγοῦ κεχρῆσθαι τοῖς λόγοις. Εὐσεβίου Ἐμεσηνοῦ. Τίνος γὰρ ἕνεκεν φοβεῖται τὸν θάνατον; Μή τι πάθῃ ἀπὸ τοῦ θανάτου; Τί γὰρ ἦν αὐτῷ θάνατος; Οὐχὶ τὸ ἀναχωρῆσαι τὴν δύναμιν ἀπὸ τῆς σαρκός; Μὴ γὰρ ἧλον ἐδέξατο ἡ δύναμις, ἵνα φοβηθῇ. Εἰ γὰρ ἡ ψυχὴ ἡμῶν οὐ πάσχει τὰ τοῦ σώματος τούτῳ συνοῦσα, ἀλλὰ τυφλοῦται ὀφθαλμὸς καὶ ἡ διάνοια ἔρρωται, καὶ κόπτεται ποῦς καὶ οὐ χωλεύει λογισμός· καὶ ἡ φύσις τοῦτο μαρτυρεῖ, καὶ ὁ κύριος ἐπισφραγίζει ὁ λέγων· "Μὴ φοβεῖσθε τοὺς δυναμένους ἀποκτεῖναι τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένους ἀποκτεῖναι." Εἰ τὴν ψυχὴν οὐ δύνανται, οὐχ ᾗ οὐ βούλονται οἱ ποιοῦντες, ἀλλ' ᾗ οὐ δύνανται, κἂν θελήσωσι, παθεῖν τὰ τοῦ σώματος τοῦ συνεζευγμένου· ὁ κτίσας τὴν ψυχὴν καὶ πλάσας τὸ σῶμα, οὗτος πάσχει τὰ τοῦ σώματος, εἰ καὶ τὰ μάλιστα ἀναδέχεται τὰ τοῦ σώματος εἰς ἑαυτὸν παθήματα; Ἀλλ' ἔπαθε Χριστὸς ὑπὲρ ἡμῶν, καὶ οὐ ψευδόμεθα. Ἔδωκε γάρ, εἴ τι ἔδωκεν· "Ὁ γὰρ ἄρτος ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστιν," ἣν ἔδωκεν

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
