# Eranistes 252

Theodoretus, Eranistes, Page 252. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/252

καὶ ἐσταυρώθη. Οὕτως γέγραπται, οὕτως ἐδέχετο ἡ φύσις, οὔτε τὰ ῥήματα ἀπαλείφω, οὔτε φύσιν βλασφημῶ. Ἀλλ' οὐκ ἀληθῆ ταῦτα. Λεγέσθω τ' ἀληθέστερα, εὐεργετήσων, οὐ χαλεπαίνων. Ὁ διδάσκων οὐκ ἐχθρός, ἐὰν μὴ ἀγνώμων ᾖ ὁ διδασκόμενος. Ἔχεις τι καλὸν εἰπεῖν, ἤνοικται τὰ ὦτα μετὰ χάριτος. Φιλονεικεῖ τις σχολάζων ἀκολουθεῖν φιλονεικίᾳ. Ἴσχυσαν οἱ Ἰουδαῖοι τὸν υἱὸν τοῦ θεοῦ σταυρῶσαι, αὐτὴν τὴν δύναμιν νεκρῶσαι; Δύναται ζῶν ἀποθανεῖν; Ὁ θάνατος τῆς τοιαύτης δυνάμεως ἔκλειψις αὐτῆς ἐστι. Τὸ σῶμα ἡμῶν, ὅταν ἀποθάνωμεν, μένει. Ἐὰν ἐκείνην τὴν δύναμιν νεκρώσωμεν, εἰς ἀνυπαρξίαν αὐτὴν καταφέρομεν. Οὐκ οἶδα εἰ οὐκ ἠδυνήθητε ἀκοῦσαι. Τὸ σῶμα ἐὰν ἀποθάνῃ, ἡ ψυχὴ χωρίζεται καὶ μένει. Ἐὰν δὲ ψυχὴ ἀποθάνῃ, ἐπειδὴ ἀσώματός ἐστιν, ὅλως οὐκ ἔστιν. Ψυχὴ ἀποθνῄσκουσα ὅλως οὐκ ἔστιν· εἰς ἀνυπαρξίαν γάρ ἐστι τῶν ἀθανάτων ὁ θάνατος. Νόησον τὸ ἕτερον· οὐ γὰρ τολμῶ οὐδὲ εἰπεῖν. Ταῦτα λέγομεν ὡς νοοῦμεν. Οὐ νομοθετοῦμεν δέ, εἴ τις φιλονεικεῖ. Ἓν δὲ οἶδα, ὅτι ἕκαστος, ἀφ' ὧν φρονεῖ, ἀπὸ τούτων ἔχει ἀπολαῦσαι· καὶ ἀπέρχεται ἕκαστος πρὸς τὸν θεόν, καὶ προβάλλεται ὃ εἶπε περὶ αὐτοῦ καὶ ἐφρόνησε. Μὴ γὰρ νομίζετε, ὅτι βίβλους ἀναγινώσκει ὁ θεός, ἢ μνήμαις ὀχλεῖται, Τί εἶπες, καὶ τί ἤκουσας; Φανερὰ πάντα. Κάθηται ὁ κριτής. Φέρεται Παῦλος ὁ ἐνταῦθα· ἄνθρωπόν με εἶπες, οὐκ ἔχεις ζωὴν μετ' ἐμοῦ· ἐπειδὴ οὐκ ἔγνως με, οὐ γινώσκω σε. Προσέρχεται ἄλλος· εἶπες μὲ ἓν τῶν ὄντων· οὐκ ἔγνως μου τὴν ἀξίαν, οὐ γινώσκω σε. Προσέρχεται ἄλλος· εἶπες ὅτι οὐκ ἀνέλαβον σῶμα· ἠθέτησάς μου τὴν χάριν, οὐ μεταλήψῃ μου τῆς ἀθανασίας. Προσῆλθεν ἄλλος· εἶπες ὅτι οὐκ ἐγεννήθην ἐκ παρθένου, ἵνα σώσω τὸ σῶμα τῆς παρθένου· οὐ σωθήσῃ. Ἕκαστος ἀποφέρεται τὰ φρονήματα τὰ περὶ τῆς πίστεως. ΟΡΘ. Εἶδες καὶ τὴν ἄλλην τῶν ὑμετέρων διδασκάλων συμμορίαν, παρ' ἧς τὸ τὴν θεότητα τοῦ μονογενοῦς πεπονθέναι μαθεῖν ἐνομίσθητε, τήνδε τὴν βλασφημίαν βδελυττομένην, καὶ τῆς θεότητος τὴν ἀπάθειαν κηρύττουσαν, καὶ τῶν ταύτῃ τὸ πάθος προσαρμόττειν τολμώντων τὴν φάλαγγα καταλύουσαν.

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
