# Eranistes 256

Theodoretus, Eranistes, Page 256. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/256

σεσαρκωμένος δῆλος ἦν ὅστις ἦν, μεμένηκεν ἄρα ὅπερ ἦν, καὶ τὴν εἰς σάρκα τροπὴν οὐχ ὑπέμεινεν. θʹ. Ἄλλως. Οὐ σάρκα μόνην, ἀλλὰ καὶ ψυχὴν ἀνειληφέναι τὸν θεὸν λόγον ὡμολογήσαμεν. Τί δήποτε τοίνυν ὁ θεῖος εὐαγγελιστὴς τὴν μὲν ψυχὴν ἐνταῦθα παρέλιπε, μόνης δὲ σαρκὸς ἐμνημόνευσεν; Ἢ δῆλον ὅτι τὴν ὁρωμένην ἐπέδειξε φύσιν, τὴν δὲ φυσικῶς αὐτῇ συνεζευγμένην δι' αὐτῆς παρεδήλωσε; Τῇ γάρ τοι μνήμῃ τῆς σαρκὸς καὶ ἡ τῆς ψυχῆς δήπουθεν συνεισέρχεται. Ὅταν γὰρ ἀκούσωμεν τοῦ προφήτου λέγοντος, "Εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ," οὐκ ἀψύχοις σαρξὶ παρακελεύεσθαι τὸν προφήτην νομίζομεν, ἀλλ' ἀπὸ μέρους τὸ πᾶν εἰς ὑμνῳδίαν καλεῖσθαι πιστεύομεν. ιʹ. Ἄλλως. Τό, "Ὁ λόγος σὰρξ ἐγένετο," οὐ τροπῆς, ἀλλὰ τῆς ἀφάτου φιλανθρωπίας ὑπάρχει δηλωτικόν. Εἰπὼν γὰρ ὁ πανεύφημος εὐαγγελιστής, "Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος," καὶ δείξας αὐτὸν τῶν ὁρωμένων καὶ ἀοράτων δημιουργόν, καὶ ζωὴν ὀνομάσας καὶ ἀληθινὸν φῶς, καὶ ἕτερα ἅττα παραπλήσια τεθεικώς, καὶ θεολογήσας ὅσον καὶ νοῦς ἀνθρώπινος χωρεῖν οἷός τε ἦν, καὶ γλῶττα τοῖς τούτου κρούμασιν ὑπουργεῖν ἱκανή, ἐπήγαγε· "Καὶ ὁ λόγος σὰρξ ἐγένετο," ὥσπερ ἐκπληττόμενος καὶ θαυμάζων τῆς φιλανθρωπίας τὴν ἀπληστίαν. Οὕτω ὢν ἀεί, καὶ θεὸς ὤν, καὶ πρὸς τὸν θεὸν ὢν ἀεί, καὶ τὰ πάντα πεποιηκώς, καὶ ζωῆς αἰωνίου καὶ ἀληθινοῦ φωτὸς ὑπάρχων πηγή, τῆς τῶν ἀνθρώπων ἕνεκα σωτηρίας τὴν τῆς σαρκὸς ἑαυτῷ σκηνὴν περιέθηκεν. Ἐνομίσθη δὲ τοῦτο μόνον εἶναι ὅπερ ἐφαίνετο. Τούτου δὴ χάριν οὐδὲ ψυχῆς ἐμνημόνευσεν, ἀλλὰ μόνης σαρκὸς τῆς ἐπικήρου τε καὶ θνητῆς· τὴν δὲ ψυχὴν ὡς ἀθάνατον παραλέλοιπεν, ἵνα δείξῃ τὴν τῆς ἀγαθότητος ἀμετρίαν. ιαʹ. Ἄλλως. Σπέρμα Ἀβραὰμ ὁ θεῖος ἀπόστολος τὸν δεσπότην ὀνομάζει Χριστόν. Εἰ δὲ τοῦτο ἀληθές, ἀληθὲς δέ, οὐκ ἄρα εἰς σάρκα ὁ θεὸς λόγος ἐτράπη, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπελάβετο κατὰ τὴν αὐτοῦ τοῦ ἀποστόλου διδασκαλίαν.

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
