# Eranistes 258

Theodoretus, Eranistes, Page 258. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/258

θεὸς λόγος κατὰ τὸν αὐτῶν γε λόγον ἐγένετο σάρξ, τί δήποτε αὐτὸν θεὸν ὀνομάζουσι, καὶ τοῦτό γε μόνον, ἄνθρωπον δὲ προσονομάζειν οὐ θέλουσιν, ἀλλὰ καὶ ἡμῶν μετὰ τοῦ θεὸν ὁμολογεῖν καὶ ἄνθρωπον εἶναι λεγόντων σφόδρα κατηγοροῦσιν; Εἰ δέ γε ἡ σὰρξ εἰς θεότητος μετεβλήθη φύσιν, τοῦ δὴ χάριν μεταλαμβάνουσι τῶν ἀντιτύπων τοῦ σώματος; περιττὸς γὰρ ὁ τύπος τῆς ἀληθείας ἀνῃρημένης. δʹ. Ἄλλως. Ἀσώματος σωματικῶς οὐ περιτέμνεται φύσις. Τὸ δὲ σωματικῶς πρόσκειται διὰ τὴν πνευματικὴν τῆς καρδίας περιτομήν. Σώματος οὖν δήπουθεν ἡ περιτομή. Περιετμήθη δὲ Χριστός· σῶμα ἄρα εἶχεν ὁ δεσπότης Χριστός. Εἰ δὲ τοῦτο συνωμολόγηται, καὶ ὁ τῆς συγχύσεως ἄρα διελήλεκται λόγος. εʹ. Ἄλλως. Πεινῆσαι μέντοι καὶ διψῆσαι τὸν σωτῆρα Χριστὸν μεμαθήκαμεν, καὶ ἀληθῶς γε ταῦτα καὶ οὐ δοκήσει γεγενῆσθαι πιστεύομεν. Ταῦτα δὲ οὐκ ἀσωμάτου φύσεως, ἀλλὰ σώματος ἴδια. Σῶμα ἄρα εἶχεν ὁ δεσπότης Χριστός, δεξάμενον πρὸ τῆς ἀναστάσεως τῆς φύσεως τὰ παθήματα. Μαρτυρεῖ δὲ τούτοις καὶ ὁ θεῖος ἀπόστολος· "Οὐ γὰρ ἔχομεν, φησίν, ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, πεπειραμένον δὲ κατὰ πάντα καθ' ὁμοιότητα, χωρὶς ἁμαρτίας." Ἡ ἁμαρτία γὰρ οὐ τῆς φύσεως, ἀλλὰ τῆς κακῆς προαιρέσεως. ϛʹ. Ἄλλως. Περὶ τῆς θείας φύσεως ὁ προφήτης ἔφη Δαβίδ· "Οὐ μὴ νυστάξει, οὐδὲ ὑπνώσει ὁ φυλάττων τὸν Ἰσραήλ." Ἡ δὲ τῶν εὐαγγελίων ἱστορία καθεύδοντα δείκνυσιν ἐν τῷ πλοίῳ τὸν δεσπότην Χριστόν. Ἐναντίον δὲ τῷ μὴ ὑπνοῦν τὸ καθεύδειν· ἐναντία δήπου τοῖς εὐαγγελικοῖς τὰ προφητικά, εἴπερ ἄρα, κατὰ τὸν ἐκείνων λόγον, μόνον θεὸς ὁ δεσπότης Χριστός. Ἀλλὰ μὴν οὐκ ἐναντία· ἑνὸς γὰρ πνεύματος ταῦτα κἀκεῖνα τὰ νάματα. Σῶμα ἄρα εἶχεν ὁ δεσπότης Χριστός, τοῖς ἄλλοις σώμασι συγγενές, τοῦ ὕπνου τὴν χρείαν δεξάμενον, καὶ ὁ τῆς συγχύσεως λόγος ἀποδέδεικται μῦθος. ζʹ. Ἄλλως. Ὁ προφήτης Ἡσαΐας περὶ τῆς θείας εἴρηκε φύσεως· "Οὐ πεινάσει, οὐδὲ κοπιάσει," καὶ τὰ ἑξῆς· καὶ ὁ εὐαγγελιστὴς δέ

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
