# Eranistes 263

Theodoretus, Eranistes, Page 263. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/263

ιʹ. Ἄλλως. Οἱ σαρκὶ πεπονθέναι τὸν θεὸν λόγον ἰσχυριζόμενοι ἐρωτάσθωσαν τοῦ ῥητοῦ τὴν διάνοιαν· καὶ εἰ μὲν φάναι τολμήσαιεν, ὡς τοῦ σώματος προσηλωμένου τὴν ὀδύνην ἡ θεία φύσις ὑπέμεινε, μανθανέτωσαν ὡς οὐ ψυχῆς χρείαν ἡ θεία φύσις ἐπλήρου. Καὶ ψυχὴν γὰρ ὁ θεὸς λόγος μετὰ τοῦ σώματος ἀνειλήφει. Εἰ δὲ τόνδε τὸν λόγον ὡς βλάσφημον ἀποστρέφοιντο, φήσαιεν δὲ φύσει πεπονθέναι τὴν σάρκα, τὸν δέ γε θεὸν λόγον ᾠκειῶσθαι τὸ πάθος ὡς ἰδίας σαρκός, μὴ γριφώδεις καὶ ζοφώδεις προσφερέτωσαν λόγους, ἀλλὰ σαφῶς τοῦ κακεμφάτου ῥητοῦ λεγέτωσαν τὴν διάνοιαν. Τῆσδε γὰρ τῆς ἑρμηνείας συμψήφους ἕξουσι τοὺς ἕπεσθαι τῇ θείᾳ γραφῇ προαιρουμένους. ιαʹ. Ἄλλως. Ὁ θεῖος Πέτρος ἐν τῇ καθολικῇ τὸν Χριστὸν ἔφη πεπονθέναι σαρκί. Ὁ δὲ τὸν Χριστὸν ἀκούων οὐκ ἀσώματον νοεῖ τὸν θεὸν λόγον, ἀλλὰ σεσαρκωμένον. Τοῦ Χριστοῦ τοίνυν τοὔνομα φύσιν ἑκατέραν δηλοῖ· τὸ δὲ σαρκὶ σὺν τῷ πάθει προστιθέμενον, οὐχ ἑκατέραν, ἀλλὰ θατέραν πεπονθυῖαν σημαίνει. Ὁ γὰρ ἀκούων σαρκὶ τὸν Χριστὸν πεπονθέναι, ἀπαθῆ πάλιν νοεῖ αὐτὸν ὡς θεόν, μόνῃ δὲ τῇ σαρκὶ προσνέμει τὸ πάθος. Ὥσπερ γὰρ ἀκούοντες αὐτοῦ πάλιν λέγοντος, ὅτι ὤμοσεν ὁ θεὸς τῷ Δαβίδ, ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ τὸ κατὰ σάρκα τὸν Χριστὸν ἀναστήσειν, οὐ τὸν θεὸν λόγον ἐκ σπέρματος Δαβὶδ ἀρχὴν εἰληφέναι φαμέν, ἀλλὰ τὴν σάρκα τὴν ὁμογενῆ τῷ Δαβίδ, ἣν ὁ θεὸς λόγος ἀνέλαβεν, οὕτω χρὴ τὸν ἀκούοντα σαρκὶ τὸν Χριστὸν πεπονθέναι, τῆς μὲν σαρκὸς εἰδέναι τὸ πάθος, τῆς δέ γε θεότητος τὴν ἀπάθειαν ὁμολογεῖν. ιβʹ. Ἄλλως. Σταυρούμενος ὁ δεσπότης εἶπε Χριστός· "Πάτερ, εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου." Τοῦτο δὲ τὸ πνεῦμα οἱ μὲν Ἀρείου καὶ Εὐνομίου τὴν θεότητα τοῦ μονογενοῦς εἶναί φασιν· ἄψυχον γὰρ ἀνειλῆφθαι τὸ σῶμα νομίζουσιν. Οἱ δὲ τῆς ἀληθείας κήρυκες τὴν ψυχὴν οὕτω κληθῆναί φασιν, ἐκ τῶν ἀκολούθων ῥητῶν τοῦτο νενοηκότες. Εὐθὺς γὰρ ἐπήγαγεν ὁ πάνσοφος εὐαγγελιστής· "Καὶ τοῦτο εἰπὼν ἐξέπνευσε." Ταῦτα μὲν οὖν ὁ Λουκᾶς οὕτως ἱστόρησε· καὶ ὁ μακάριος δὲ Μάρκος τὸ ἐξέπνευσεν ὁμοίως ἔθηκεν· ὁ δέ γε θειότατος Ματθαῖος, ὅτι "Ἀφῆκε τὸ πνεῦμα·" ὁ δὲ θεσπέσιος Ἰωάννης, ὅτι

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
