# Eranistes 266

Theodoretus, Eranistes, Page 266. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/266

Ἄτρεπτος, ἀσύγχυτος, ἀπαθὴς μένει Ὁ συνάναρχος τοῦ θεοῦ πατρὸς λόγος, Κἂν σάρκα λάβοι τῶν χρόνων ἐπ' ἐσχάτων· Ὥσπερ Θεοδώριτος ἐνταῦθα γράφει Λαβὼν θεοδώρητον ἐξ ὕψους χάριν. Ὡς τριστόμῳ γοῦν ἠκονημένῳ ξίφει, Οἱ δυσσεβοῦντες, τοῖς τρισὶ τούτοις λόγοις Βάλλοισθε, καὶ σφάζοισθε, καὶ πίπτοιτέ μοι, Ὅσοι τροπήν, σύγχυσιν, ἀλλὰ καὶ πάθος, Κακῶς προσάπτειν οὐ πτοεῖσθε τῷ λόγῳ, Καὶ σπαρτίον δέ, Σολομὼν ὥς που γράφει, Ἀρραγὲς ὡς ἔντριτον ἡμῖν ἀγχόνης Ἡ τριὰς ἔστω τῶν σοφῶν τούτων λόγων.

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
