# Eranistes 61

Theodoretus, Eranistes, Page 61. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/61

ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΑΝΙΣΤΗΣ Η ΠΟΛΥΜΟΡΦΟΣ ΠΡΟΛΟΓΟΣ Εἰσί τινες, οἳ τὴν ἐκ γένους ἢ παιδεύσεως ἢ κατορθωμάτων ἀξιέπαινον οὐκ ἔχοντες περιφάνειαν, ἐκ πονηρῶν ἐπιτηδευμάτων ἐπίσημοι γενέσθαι φιλονεικοῦσι. Τοιοῦτος ἦν ἐκεῖνος Ἀλέξανδρος ὁ χαλκεύς, ὃς οὐδὲν ἔχων περίβλεπτον, οὐ λαμπρότητα γένους, οὐ δεινότητα λόγων, οὐ δημαγωγίαν, οὐ στρατηγίαν, οὐ τὰς ἐν πολέμοις ἀνδραγαθίας, μόνον δὲ βάναυσον τέχνην μεταχειρίζων, ἐκ μόνης τῆς κατὰ τοῦ θειοτάτου Παύλου μανίας ἐγένετο γνώριμος. Καὶ Σεμεεὶ δὲ πάλιν, ἀφανὴς ἄνθρωπος πάμπαν καὶ ἀνδραποδώδης, ἐκ τῆς κατὰ τοῦ θεσπεσίου Δαβὶδ θρασύτητος ὀνομαστότατος γέγονε. Φασὶ δὲ καὶ τὸν τῆς Μανιχαϊκῆς αἱρέσεως εὑρέτην μαστιγίαν οἰκέτην γενέσθαι, καὶ φιλοτιμίας ἔρωτι τὴν μυσαρὰν ἐκείνην συγγράψασθαι θρησκείαν. Τοῦτο καὶ νῦν δρῶσί τινες, καὶ τὸ ἀξιέραστον τῆς ἀρετῆς κλέος διὰ τοὺς ταύτης ἡγουμένους ἀποδράσαντες πόνους, τὴν δυσκλεεστάτην καὶ τρισαθλίαν σφίσιν αὐτοῖς ἐπορίσαντο περιφάνειαν. Καινῶν γὰρ δογμάτων προστάται γενέσθαι ποθήσαντες, ἐκ πολλῶν αἱρέσεων ἠρανίσαντο τὴν ἀσέβειαν καὶ τὴν ὀλέθριον ταύτην συνέθηκαν αἵρεσιν. Ἐγὼ δὲ αὐτοῖς βραχέα διαλεχθῆναι πειράσομαι, καὶ τῆς αὐτῶν χάριν θεραπείας καὶ τῆς τῶν ὑγιαινόντων ἕνεκα προμηθείας. Ὄνομα δὲ τῷ συγγράμματι Ἐρανιστής ἢ Πολύμορφος. Ἐκ πολλῶν γὰρ ἀνοσίων ἀνθρώπων ἐρανισάμενοι τὰ δύστηνα δόγματα, τὸ ποικίλον τοῦτο καὶ πολύμορφον προφέρουσι φρόνημα. Τὸ μὲν γὰρ θεὸν μόνον ὀνομάζειν τὸν δεσπότην Χριστόν, Σίμωνός ἐστι καὶ Κέρδωνος καὶ Μαρκίωνος καὶ τῶν ἄλλων, ὅσοι τοῦ μυσαροῦ τούτου μετέχουσι γειτονήματος. Τὸ δὲ τὴν ἐκ παρθένου μὲν γέννησιν ὁμολογεῖν, παροδικὴν δὲ ταύτην γενέσθαι λέγειν, καὶ μηδὲν ἐκ τῆς παρθένου τὸν θεὸν λόγον λαβεῖν, ἐκ τῆς Βαλεντίνου καὶ Βαρδησάνου καὶ τῶν τούτοις ἀγχιθύρων τερατο-

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
